1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

103

ὑπάρχω αὐτάρκης πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος. καὶ δέομαι τῶν ἀμετρήτων σου οἰκτιρμῶν, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ ἀοράτου Πατρός, ὁ πάντα λόγῳ παραγαγὼν καὶ θελήματι τῷ σῷ συνέχων, ὁ ῥυσάμενος ἡμᾶς τοὺς ἀναξίους δούλους σου τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ δουλείας, ὁ ταθεὶς ἐπὶ ξύλου καὶ δήσας τὸν ἰσχυρόν, καὶ τοῖς ὑπ' ἐκείνου δεθεῖσιν αἰώνιον ἐπιβραβεύσας ἐλευθερίαν· αὐτὸς καὶ τὰ νῦν ἔκτεινόν σου τὴν ἀόρατον χεῖρα καὶ παντουργόν, καὶ εἰς τέλος ἐλευθέρωσον τὸν δοῦλόν σου καὶ πατέρα μου τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας τοῦ διαβόλου· καὶ ὑπόδειξον αὐτῷ ἐναργέστατα, ὅτι σὺ εἶ ὁ ἀεὶ ζῶν Θεὸς ἀψευδὴς καὶ βασιλεὺς 526 μόνος αἰώνιος καὶ ἀθάνατος. ἴδε μου, ∆έσποτα, τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ ὄμματι· καὶ κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν γενοῦ μετ' ἐμοῦ τοῦ γινώσκοντος καὶ ὁμολογοῦντός σε ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον ὕδωρ· καὶ δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος, καὶ νοῦς καλῶς ἡδρασμένος ἐν σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ, ἵνα δυνήσομαι ὁ ἀχρεῖος οἰκέτης σου καταγγεῖλαι τῷ ἐμῷ γεννήτορι, ὡς δεῖ, τὸ μυστήριον τῆς σῆς οἰκονομίας, καὶ ἀποστῆσαι αὐτὸν τῇ σῇ δυνάμει τῆς ματαίας πλάνης τῶν πονηρῶν δαιμόνων, καὶ προσαγαγεῖν σοι τῷ Θεῷ καὶ δεσπότῃ, τῷ μὴ βουλομένῳ τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ' ἀναμένοντι τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ὅτι δεδοξασμένος εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος καὶ πληροφορίαν λαβὼν μὴ διαμαρτεῖν τοῦ ποθουμένου, τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ θαρρήσας, ἐξάρας ἐκεῖθεν μετὰ τῆς βασιλικῆς δορυφορίας, τὰ βασίλεια καταλαμβάνει τοῦ ἰδίου πατρός. ὡς δὲ τῷ πατρὶ ἀνηγγέλη ἡ ἄφιξις τοῦ υἱοῦ, ἐξέρχεται εὐθὺς εἰς συνάντησιν αὐτῷ, περιπλέκεται, καταφιλεῖ, μεγίστην ποιεῖται χαρὰν καὶ δημοτελῆ ἑορτὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ υἱοῦ αὐτοῦ. Τί δὲ τὸ μετὰ ταῦτα; συγκαθέζονται καταμόνας ἀλλήλοις. καὶ τί ἄν τις εἴποι ἅπερ διείλεκται τότε τῷ βασιλεῖ ὁ υἱὸς καὶ μεθ' ὅσης τῆς φιλοσοφίας; Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ ὑπηχούμενα, δι' οὗ οἱ ἁλιεῖς σαγηνεύουσι τῷ Χριστῷ τὸν κόσμον ὅλον, καὶ οἱ ἀγράμματοι τῶν 528 σοφῶν σοφώτεροι δείκνυνται. τῇ τούτου χάριτι καὶ αὐτὸς σοφισθεὶς ἐλάλει τῷ βασιλεῖ καὶ πατρί, φωτίζων αὐτὸν φῶς γνώσεως. καὶ πρότερον γάρ, πολλὰ κοπιάσας τοῦ ἑλκῦσαι τῆς δεισιδαίμονος πλάνης τὸν πατέρα, τί μὲν οὐ λέγων, τί δὲ οὐ ποιῶν, ὥστε τοῦτον ἐπαναγαγέσθαι, κενὴν ψάλλειν ἐῴκει, καὶ εἰς ὦτα λέγειν μὴ ἀκουόντων· ὅτε δὲ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου αὐτοῦ Ἰωάσαφ, καί, τῆς δεήσεως αὐτοῦ ὑπακούσας, τὰς κεκλεισμένας πύλας τῆς καρδίας τοῦ πατρὸς αὐτοῦ διήνοιξε (θέλημα γάρ, φησί, τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται), ῥᾳδίως τὰ λεγόμενα συνίει ὁ βασιλεύς· ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων τῶν κυριευσάντων τῆς ψυχῆς τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς τούτων πλάνης τέλεον ἐλευθερῶσαι αὐτόν, τὸν σωτήριον δὲ τρανῶς γνωρίσαι λόγον καὶ τῷ ἐν οὐρανοῖς οἰκειῶσαι ζῶντι Θεῷ. Ἐξ ἀρχῆς γὰρ τὸν λόγον ἀναλαβών, ἀνήγγειλεν αὐτῷ ἃ οὐκ ᾔδει μεγάλα καὶ θαυμαστά, ἃ τοῖς ὠσὶ τῆς καρδίας οὐκ ἀκηκόει, πολλὰ μὲν αὐτῷ περὶ Θεοῦ φθεγξάμενος καὶ τὴν εὐσέβειαν παραδεικνύς, ὡς οὐκ ἔστιν ἄλλος Θεὸς ἐν οὐρανῷ ἄνω, οὔτε ἐπὶ γῆς κάτω, εἰ μὴ ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι γνωριζόμενος εἷς Θεός· πολλὰ δὲ μυστήρια γνωρίσας τῆς θεολογίας, ἐφ' οἷς καὶ τὰ περὶ τῆς ἀοράτου τε καὶ ὁρατῆς διήγγειλε κτίσεως, ὅπως ἐκ μὴ ὄντων τὰ πάντα παραγαγὼν ὁ ∆ημιουργός, κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ πλάσας τὸν ἄνθρωπον καὶ 530 τοῦτον τῷ αὐτεξουσίῳ τιμήσας, τῶν ἐν παραδείσῳ καλῶν μετέχειν πεποίηκεν, ἀπέχεσθαι τούτου μόνου κελεύσας ὅπερ ἦν τὸ