1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

56

σεβασμίου σταυροῦ πίστει προσκυνῶν κατασπάζου διὰ τὸν κρεμασθέντα ἐν αὐτῷ σαρκὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν Χριστὸν τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ δόντα ἡμῖν τοῦτον σύμβολον τῆς κατὰ τοῦ διαβόλου νίκης· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων 282 καθορᾶν αὐτοῦ τὴν δύναμιν. ἐν τοῖς τοιούτοις δόγμασι καὶ μετὰ τοιαύτης πίστεως βαπτισθήσῃ, ἄτρεπτον ταύτην καὶ ἀμιγῆ πάσης αἱρέσεως φυλάττων μέχρις ἐσχάτης ἀναπνοῆς. πᾶσαν δὲ διδασκαλίαν καὶ πᾶσαν δογματικὴν φωνήν, ταύτῃ τῇ ἀμωμήτῳ ἀνθισταμένην πίστει, βδελύσσου, καὶ ἀλλοτρίωσιν λογίζου εἶναι Θεοῦ. φησὶ γὰρ ὁ Ἀπόστολος, ὅτι Κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. οὐκ ἔστι γὰρ ἄλλο Εὐαγγέλιον καὶ ἄλλη πίστις, πλὴν ἡ διὰ τῶν ἀποστόλων κηρυχθεῖσα, καὶ διὰ τῶν θεοφόρων Πατέρων ἐν διαφόροις συνόδοις βεβαιωθεῖσα, καὶ τῇ καθολικῇ Ἐκκλησίᾳ βεβαιωθεῖσα. Ταῦτα εἰπὼν ὁ Βαρλαάμ, καὶ τὸ τῆς πίστεως σύμβολον τὸ ἐκτεθὲν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διδάξας τὸν τοῦ βασιλέως υἱόν, ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τὴν κολυμβήθραν τοῦ ὕδατος τὴν οὖσαν ἐν τῷ παραδείσῳ αὐτοῦ. καὶ ἦλθεν ἐπ' αὐτὸν ἡ χάρις τοῦ Ἁγίου Πνεύματος. ἐπανελθὼν δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα, καὶ τὴν ἱερὰν ἐπιτελέσας μυσταγωγίαν τῆς ἀναιμάκτου θυσίας, μετέδωκεν αὐτῷ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, καὶ ἠγαλλιάσατο τῷ Πνεύματι, δόξαν ἀναπέμπων Χριστῷ τῷ Θεῷ. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας σε εἰς ἐλπίδα ζῶσαν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν 284 οὐρανοῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν διὰ Πνεύματος ἁγίου. σήμερον γὰρ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθης τῷ Θεῷ, τὸν ἀρραβῶνα δεξάμενος τῆς αἰωνίου ζωῆς, καί, τὸ σκότος ἀπολιπών, φῶς ἐνεδύσω, καταταγεὶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι Ἁγίῳ. διό, ἀγαπητέ, σπούδασον ἄσπιλος καὶ ἀμώμητος αὐτῷ εὑρεθῆναι, ἐργαζόμενος τὸ ἀγαθὸν ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως· πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα δίχα πίστεως, καθὼς καὶ πρότερον μέμνημαι λαλήσας σοι. ἀποθέμενος οὖν λοιπὸν πᾶσαν κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ 286 ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς. σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς περιπάτησον. ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, καὶ τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον μηκέτι τῇ προτέρᾳ καταφθείρῃς παλαιότητι· ἀλλ' ἀνακαινίζου καθ' ἑκάστην ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι, καὶ ἀληθείᾳ· δυνατὸν γὰρ τοῦτο παντὶ τῷ βουλομένῳ, καθάπερ ἀκούεις ὅτι ἐξουσίαν