1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

108

Χριστὸν πίστιν, καὶ μετανοίας ὁδοὺς ὑποδεικνύων. καὶ νῦν ἰδοὺ ἐγὼ πορεύομαι τὴν ὁδὸν ἣν ἔκπαλαι ἐπόθουν· καὶ οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες. διὸ μαρτύρομαι ὑμῖν τῇ σήμερον ἡμέρᾳ, κατὰ τὸν θεῖον Ἀπόστολον, ὅτι καθαρὸς ἐγώ εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ταῦτα ἀκούσαντες, καὶ τὸ τῆς γνώμης αὐτοῦ στερρὸν ἐπιστάμενοι, ὡς οὐδὲν τῆς προθέσεως κωλῦσαι δύναται, ὠδύροντο μὲν τὴν ὀρφανίαν, οὐκ εἶχον δὲ ὅλως αὐτὸν πειθόμενον. τότε ὁ βασιλεὺς τὸν Βαραχίαν ἐκεῖνον, ὃν καὶ φθάσας ὁ λόγος ἐδήλωσε, κατασχών, Τοῦτον, εἶπεν ἀδελφοί, ὑμῖν προχειρίζομαι βασιλέα. τοῦ δὲ ἰσχυρῶς πρὸς τὸ πρᾶγμα ἀπειθοῦντος, ἄκοντα καὶ μὴ βουλόμενον τῇ βασιλικῇ ἀρχῇ ἐγκαθ 552 ίστησι, καὶ τῇ κεφαλῇ αὐτοῦ τὸ διάδημα περιτίθησι, τὸν βασιλικόν τε δακτύλιον δίδωσιν εἰς τὴν χεῖρα. καὶ στὰς κατὰ ἀνατολὰς ηὔξατο εὐχὴν τῷ βασιλεῖ Βαραχίᾳ· ἀπερίτρεπτον αὐτῷ τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν καὶ ἀκλινῆ τὴν κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ εὑρεῖν πορείαν. σὺν τούτῳ δὲ ὑπερηύχετο τοῦ κλήρου καὶ τοῦ ποιμνίου παντός, αἰτούμενος ἀντίληψιν αὐτοῖς παρὰ Κυρίου καὶ σωτηρίαν, καὶ πᾶν ὅτιπερ ἂν αὐτοῖς εἰς αἴτησιν ᾖ πρὸς τὸ συμφέρον οἰκονομούμενον. Οὕτως εὐξάμενος ἐπιστραφεὶς λέγει τῷ Βαραχίᾳ· Ἰδού σοι, ἀδελφέ, ἐντέλλομαι καθώς ποτε ὁ Ἀπόστολος διεμαρτύρατο· Πρόσεχε σεαυτῷ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ σε τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο βασιλέα, ποιμαίνειν τὸν λαὸν τοῦ Κυρίου ὃν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. καὶ καθὼς πρὸ ἐμοῦ ἔγνως τὸν Θεὸν καὶ ἐλάτρευσας αὐτῷ ἐν καθαρῷ συνειδότι, οὕτω καὶ νῦν πλείονα σπουδὴν ἐνδείκνυσο εὐαρεστῆσαι αὐτῷ. ὡς γὰρ καὶ μεγάλης ἠξιώθης παρὰ τοῦ Θεοῦ ἀρχῆς, τοσούτῳ μείζονος ἀμοιβῆς ὀφειλέτης ὑπάρχεις. οὐκοῦν ἀπόδος τῷ εὐεργέτῃ τὸ χρέος τῆς εὐχαριστίας, τὰς ἁγίας αὐτοῦ φυλάσσων ἐντολὰς καὶ πάσης ἐκκλίνων ὁδοῦ εἰς ἀπώλειαν φερούσης. ὥσπερ γὰρ ἐπὶ τῶν πλεόντων, ὅταν μὲν ναύτης σφαλῇ, μικρὰν φέρει τοῖς πλέουσι βλάβην· ὅταν δὲ ὁ κυβερνήτης, παντὸς ἐργάζεται τοῦ πλοίου ἀπώλειαν· οὕτω καὶ ἐν βασιλείοις, ἂν μέν τις τῶν ἀρχομένων ἁμάρτῃ, οὐ τοσοῦτον τὸ κοινὸν ὅσον ἑαυτὸν ἀδικεῖ, ἂν δὲ αὐτὸς ὁ βασιλεύς, πάσης ἐργάζεται τῆς πολιτείας βλάβην. ὡς μεγάλας οὖν ὑφέξων εὐθύνας, 554 εἴ τι παρίδοις τῶν δεόντων, μετὰ πολλῆς ἀκριβείας φύλαττε σεαυτὸν ἐν τῷ ἀγαθῷ. μίσησον πᾶσαν ἡδονὴν πρὸς ἁμαρτίαν ἕλκουσαν· φησὶ γὰρ ὁ Ἀπόστολος· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. τὸν κύκλον πρόσεχε ὅστις περιτρέχει τῶν ἀνθρωπίνων πραγμάτων, ἄλλοτε ἄλλως φέρων αὐτὰ καὶ περιφέρων· καὶ ἐν τῇ τούτων ἀγχιστρόφῳ μεταβολῇ ἀμετάβλητον ἔχε τὸν εὐσεβῆ λογισμόν. τὸ γὰρ συμμεταβάλλεσθαι ταῖς τῶν πραγμάτων μεταβολαῖς διανοίας ἀβεβαίου τεκμήριον. σὺ δὲ πάγιος ἔσο, ἐν τῷ ἀγαθῷ ὅλως ἐρηρεισμένος. μὴ ἐπαίρου διὰ τῆς προσκαίρου δόξης πρὸς μάταιον φύσημα· ἀλλὰ κεκαθαρμένῳ λογισμῷ τὸ οὐτιδανὸν τῆς ἑαυτοῦ νόει φύσεως, τὸ βραχύ τε καὶ ὠκύμορον τῆς ἐνταῦθα ζωῆς καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ θάνατον. καὶ ταῦτα λογιζόμενος εἰς τὸν τῆς ὑπεροψίας οὐ βληθήσῃ βόθρον, ἀλλὰ φοβηθήσῃ τὸν Θεόν, τὸν ἀληθινὸν καὶ ἐπουράνιον βασιλέα, καὶ ὄντως μακάριος ἔσῃ. Μακάριοι γάρ, φησί, πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ· καί· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. ποίας δὲ πρὸ πάντων ὀφείλεις τηρεῖν ἐντολάς; Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται· καί· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. ταύτην γὰρ τὴν ἐντολὴν πρὸ πάντων ἀπαιτοῦνται οἱ ἐν μεγίστῃ ὄντες ἀρχῇ. καὶ ἀληθῶς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν· ἐν τούτῳ δὲ 556 μάλιστα τὸν Θεὸν μιμήσεται,