1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

19

Ἰορδάνῃ ποταμῷ ὑπὸ Ἰωάννου, ἀνδρὸς ἁγίου καὶ πάντων τῶν προφητῶν ὑπερκειμένου. βαπτισθέντος δὲ αὐτοῦ, φωνὴ ἠνέχθη οὐρανόθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ' αὐτόν. καὶ ἀποτότε ἤρξατο σημεῖα ποιεῖν μεγάλα καὶ θαυμαστά, νεκροὺς ἀνιστῶν, τυφλοὺς φωτίζων, δαίμονας ἀπελαύνων, κωφοὺς καὶ κυλλοὺς θεραπεύων, λεπροὺς καθαρίζων, καὶ πανταχόθεν ἀνακαινίζων τὴν παλαιωθεῖσαν ἡμῶν φύσιν, ἔργῳ τε καὶ λόγῳ παιδεύων καὶ διδάσκων τὴν τῆς ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγων, πρὸς δὲ τὴν ζωὴν ποδηγῶν τὴν αἰώνιον. ὅθεν καὶ μαθητὰς ἐξελέξατο δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσε· καὶ κηρύττειν αὐτοῖς ἐπέτρεψε τὴν οὐράνιον πολιτείαν, ἣν ἦλθεν ἐπὶ τῆς γῆς ἐνδείξασθαι, καὶ οὐρανίους τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἐπιγείους τῇ αὐτοῦ οἰκονομίᾳ τελέσαι. Φθόνῳ δὲ τῆς θαυμαστῆς αὐτοῦ καὶ θεοπρεποῦς πολιτείας καὶ τῶν ἀπείρων θαυμάτων οἱ ἀρχιερεῖς 94 καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων, ἔνθα δὴ καὶ τὰς διατριβὰς ἐποιεῖτο, μανέντες, οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει, ἀμνημονήσαντες πάντων, θανάτῳ αὐτὸν κατεδίκασαν, ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες· καί, κρατήσαντες αὐτόν, τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο, ἑκουσία βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ. ἦλθε γὰρ δι' ἡμᾶς πάντα παθεῖν, ἵν' ἡμᾶς τῶν παθῶν ἐλευθερώσῃ. πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι, σταυρῷ τὸ τελευταῖον κατεδίκασαν. καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο, τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης. δύο γὰρ φύσεων ὑπάρχων, τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο, ἡ μὲν ἀνθρωπεία φύσις ἔπαθεν, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος. ἐσταυρώθη οὖν τῇ σαρκὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὢν ἀναμάρτητος. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐχ ὑπέκειτο θανάτῳ· διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον, ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἀλλὰ δι' ἡμᾶς ἀπέθανε σαρκὶ ἵν' ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος. κατῆλθεν εἰς ᾅδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπ' αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε. τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη, νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ' αὐτοῦ, καί, ἀφθαρτίσας τὴν σάρκα ὁ τῆς ἀφθαρσίας πάροχος, ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δι' αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων. Μεθ' ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀν 96 εφοίτησε, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι. ἐντεῦθεν οὖν τῇ χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος. ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν, κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ' ἡμῶν τῶν πιστῶν ἐγείρει, πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους ἔτι τῆς εἰδωλολατρείας ἀντέχεσθαι, ἀλλ' ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε, καὶ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος ἐξέλιπον τῇ τοῦ Χριστοῦ δυνάμει. ἰδού σοι τὸν ἐμὸν ∆εσπότην καὶ Θεὸν καὶ Σωτῆρα δι' ὀλίγων ἐγνώρισα ῥημάτων· τελεώτερον δὲ γνωρίσεις, εἰ τὴν χάριν αὐτοῦ δέξῃ ἐν τῇ ψυχῇ σου καὶ δοῦλος αὐτοῦ καταξιωθῇς γενέσθαι.