1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

92

μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς· ἀλλὰ παράστηθί μοι ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ' ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Ἐφ' ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον 470 ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα; φῶς ἄνωθεν πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου· καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾄδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν. καὶ φωνῆς ἤκουσε λεγούσης· Αὕτη ἡ ἀνάπαυσις τῶν δικαίων· αὕτη ἡ εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. ὁ δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης· ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ. Ταῦτα εἶπον· καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους. σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς· θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη· καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ, καί τινες ἐλεεινῶς τῷ πυρὶ κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα· Οὗτος ὁ τόπος τῶν ἁμαρτωλῶν· αὕτη ἡ κόλασις 472 τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων· ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος· δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ἡ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο. στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος. Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ ἡ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. ὁ δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν· Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ ᾅδῃ ἡ ψυχή μου. ἀλλ' ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ· ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ' ἐπεσκέψατό με ἐξ ὕψους ὁ Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ