1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

102

ἥτις ἐκ Θεοῦ καὶ τῆς αὐτοῦ καλλίστης πολιτείας ἐνεφυτεύθη ταῖς πάντων ψυχαῖς. τότε δὴ τότε 520 καὶ οἱ τῷ πατρὶ αὐτοῦ ὑποκείμενοι αὐτῷ μᾶλλον προσετίθεντο, καί, τὴν πλάνην πᾶσαν ἀποτιθέμενοι, τὴν ἀλήθειαν εὐηγγελίζοντο. καὶ ὁ μὲν οἶκος τοῦ Ἰωάσαφ ηὔξανε καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος τοῦ Ἀβεννὴρ ἠλαττονοῦτο καὶ ἠσθένει, καθάπερ δὴ περὶ τοῦ ∆αυῒδ καὶ τοῦ Σαοὺλ ἡ τῶν Βασιλειῶν διαγορεύει βίβλος. χχχιῃ Ταῦτα ὁρῶν ὁ βασιλεὺς Ἀβεννὴρ, ὀψὲ καὶ μόλις εἰς συναίσθησιν ἐλθών, τῶν ἑαυτοῦ κατεγίνωσκε ψευδωνύμων θεῶν τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης. καὶ ἐκκλησιάσας αὖθις τοὺς πρώτους τῆς βουλῆς τὰ μελετώμενα αὐτῷ εἰς φῶς ἐξῆγε. πάντων δὲ τὰ αὐτὰ βεβαιούντων (ἐπεσκέψατο γὰρ αὐτοὺς ἀνατολὴ ἐξ ὕψους, ὁ Σωτὴρ τῆς δεήσεως ἀκούσας τοῦ θεράποντος αὐτοῦ Ἰωάσαφ), ἔδοξε τῷ βασιλεῖ δῆλα ταῦτα τῷ υἱῷ ποιῆσαι. γράφει οὖν τῇ ἑξῆς ἐπιστολὴν τῷ Ἰωάσαφ περιέχουσαν οὕτως· Βασιλεὺς Ἀβεννὴρ τῷ ποθεινοτάτῳ υἱῷ Ἰωάσαφ, χαίρειν. Λογισμοὶ πολλοί, εἰς τὴν ἐμὴν ὑπεισερχόμενοι ψυχήν, δεινῶς, φίλτατε, τυραννοῦσιν, υἱέ. τὰ γὰρ ἡμέτερα πάντα ἐκλείποντα ὁρῶν, ὃν τρόπον καπνὸς ἐκλείπει, τὰ τῆς σῆς δὲ θρησκείας λάμποντα ὑπὲρ ἥλιον, εἰς αἴσθησιν δὲ ἐλθών, ἀληθῆ τὰ παρὰ σοῦ μοὶ ἀεὶ λεγόμενα ἔγνωκα εἶναι, καὶ ὅτι σκότος ἡμᾶς βαθὺ τῶν ἁμαρτιῶν καὶ τῆς ἀσεβείας ἐκάλυπτεν, ὡς ἐντεῦθεν οὐδὲ πρὸς τὴν ἀλήθειαν διαβλέψαι καὶ τὸν ἁπάντων ∆ημιουργὸν 522 καταμαθεῖν ἠδυνάμεθα· ἀλλὰ καὶ φῶς οὕτω τηλαυγέστερον διὰ σοῦ ἀναδειχθὲν ἡμῖν, τοὺς ὀφθαλμοὺς μύσαντες, ἡμεῖς ὁρᾶν οὐκ ἠθελήσαμεν, πολλὰ μέν σοι κακὰ ἐνδειξάμενοι, ἐλεεινῶς δὲ φεῦ καὶ τῶν Χριστιανῶν οὐκ ὀλίγους ἀνελόντες, οἵτινες, τῇ συνεργούσῃ αὐτοῖς ἀμάχῳ δυνάμει κραταιούμενοι, διὰ τέλους πρὸς τὴν ἡμετέραν ὠμότητα ὑπερέσχον. νυνὶ δέ, τὴν παχεῖαν ἐκείνην ἀχλὺν τῶν ἡμετέρων ὀμμάτων περιελόντες, αὐγήν τινα μικρὰν τῆς ἀληθείας ὁρῶμεν, καὶ τῶν προτέρων μεταμέλεια εἰσέρχεται κακῶν. ἀλλὰ καὶ ταύτην τὴν αὐγὴν νέφος ἄλλο δεινῆς ἀπογνώσεως ἐπιπολάζον σκοτίζειν πειρᾶται, τὸ πλῆθος προβαλλόμενον τῶν ἐμῶν κακῶν, καὶ ὅτι βδελυκτὸς ἤδη ἐγὼ τῷ Χριστῷ καὶ ἀπρόσδεκτός εἰμι, ὡς ἀποστάτης καὶ πολέμιος αὐτοῦ γεγονώς. τί οὖν πρὸς ταῦτα, τέκνον γλυκύτατον, λέγεις αὐτός, δῆλά μοι τάχιστα ποίησον, καὶ τί δεῖ ποιεῖν με τὸν σὸν πατέρα δίδαξον, καὶ πρὸς ἐπίγνωσιν χειραγώγησον τοῦ συμφέροντος. Ταύτην τὴν ἐπιστολὴν ὁ Ἰωάσαφ δεξάμενος, καὶ τὰ ἐμφερόμενα ἐπελθών, ἡδονῆς ὁμοῦ καὶ θαύματος τὴν ψυχὴν ἐπληροῦτο. εἰς τὸ ἑαυτοῦ δὲ ταμιεῖον εἰσελθὼν εὐθὺς καὶ ἐπὶ πρόσωπον πεσὼν ἐνώπιον τοῦ ∆εσποτικοῦ χαρακτῆρος, δάκρυσι τὴν γῆν κατέβρεχεν, εὐχαριστῶν ὁμοῦ τῷ δεσπότῃ καὶ ἐξομολογούμενος, καὶ χείλη ἀγαλλιάσεως κινῶν πρὸς ὑμνῳδίαν· Ὑψώσω σε, λέγων, ὁ Θεός μου καὶ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μέγας εἶ, Κύριε, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης σου 524 οὐκ ἔστι πέρας. καὶ τίς λαλήσει τὰς δυναστείας σου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων; ἰδοὺ γὰρ ἡ ἀκρότομος αὕτη καὶ πέτρας σκληροτέρα καρδία τοῦ ἐμοῦ πατρός, σοῦ θελήσαντος, ὡσεὶ κηρὸς ἐμαλάχθη. δυνατὸν γάρ σοι καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. εὐχαριστῶ σοι, ∆έσποτα φιλάνθρωπε, Θεὲ τοῦ ἐλέους, ὅτι ἐμακροθύμησας καὶ μακροθυμεῖς τοῖς παραπτώμασιν ἡμῶν, καὶ ἕως τοῦ νῦν ἀτιμωρήτους ἡμᾶς εἴασας εἶναι. ἡμεῖς μὲν γὰρ ἄξιοι ἦμεν πάλαι ἀπορριφθῆναι ἀπὸ τοῦ προσώπου σου καὶ παραδειγματισθῆναι ἐν τῷ βίῳ τούτῳ, ὡς οἱ τὴν Πεντάπολιν οἰκοῦντες παράνομοι, πυρὶ καὶ θείῳ κατακαυθέντες· ἡ δὲ ἀνείκαστός σου μακροθυμία ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς. εὐχαριστῶ σοι ὁ εὐτελὴς ἐγὼ καὶ ἀνάξιος, εἰ καὶ μὴ