1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

104

ξύλον τῆς γνώσεως, ἠθετηκότα δὲ τὴν ἐντολὴν τοῦ παραδείσου ἐξώρισεν· ὅθεν, τῆς πρὸς αὐτὸν οἰκειότητος ὀλισθῆσαν, εἰς τὰς πολλὰς ταύτας περιπέπτωκε πλάνας τὸ ἀνθρώπινον γένος, δουλωθὲν ταῖς ἁμαρτίαις καὶ ὑποπεσὸν τῷ θανάτῳ διὰ τῆς τυραννίδος τοῦ διαβόλου· ὅς, ὑποχειρίους ἅπαξ τοὺς ἀνθρώπους λαβών, παντελῶς ἐπιλαθέσθαι πεποίηκε τοῦ Θεοῦ καὶ δεσπότου, καὶ αὐτῷ ἀνέπεισε λατρεύειν διὰ τῆς τῶν εἰδώλων μυσαρᾶς προσκυνήσεως. σπλαγχνισθεὶς οὖν ὁ πλάσας ἡμᾶς Θεός, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, εὐδόκησεν ἐκ Παρθένου ἁγίας, τῆς Θεοτόκου Μαρίας, καθ' ἡμᾶς τεχθῆναι· καί, πάθεσιν ὁμιλήσας ὁ ἀπαθής, διὰ τρίτης τε ἡμέρας ἐκ νεκρῶν ἀναστάς, ἐλυτρώσατο ἡμᾶς τοῦ προτέρου ἐπιτιμίου καὶ κλέους τοῦ προτέρου ἠξίωσε. συνανήγαγε γὰρ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχόμενος, ὅθεν ἐτύγχανε καταβεβηκώς· ὃν καὶ αὖθις ἥξειν πιστεύομεν, ἵνα τὸ πλάσμα τὸ ἑαυτοῦ ἀναστήσῃ. ἀποδώσει δὲ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ἐπὶ τούτοις τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν ἐμυσταγώγει βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά. τὴν ἀποκειμένην τοῖς φαύλοις προσετίθει βάσανον, τὸ ἄσβεστον πῦρ, τὸ ἐξώτερον σκότος, τὸν ἀτελεύτητον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. Ταῦτα πάντα λόγοις πλείστοις, καὶ δαψιλῶς αὐτῷ ἐνυπάρχουσαν τὴν τοῦ Πνεύματος μαρτυ 532 ροῦσι χάριν, διεξελθών, εἶτα καὶ τὸ ἀνεξιχνίαστον πέλαγος τῆς τοῦ Θεοῦ διηγούμενος φιλανθρωπίας καὶ οἷός ἐστιν ἕτοιμος δέχεσθαι τὴν μετάνοιαν τῶν πρὸς αὐτὸν ἐπιστρεφόντων, καὶ ὡς οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν αὐτοῦ εὐσπλαγχνίαν, εἴπερ θελήσομεν μετανοῆσαι, ἐκ πολλῶν δὲ τοῦτο παραδειγμάτων καὶ γραφικῶν παραστήσας μαρτυριῶν, ὁ μὲν τέλος ἐπέθηκε τῷ λόγῳ. χχχῃ Κατανυγεὶς δὲ ὁ βασιλεὺς Ἀβεννὴρ ἐπὶ τῇ θεοδιδάκτῳ σοφίᾳ ταύτῃ, φωνῇ μεγάλῃ καὶ θερμοτάτῃ ψυχῇ τὸν σωτῆρα Χριστὸν ὡμολόγει, πάσης ἀποστὰς δεισιδαίμονος πλάνης. τὸ σημεῖόν τε προσκυνεῖ τοῦ ζωοποιοῦ σταυροῦ ὑπὸ τῇ πάντων ὄψει καὶ εἰς ἐπήκοον ἁπάντων Θεὸν κηρύττει ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τήν τε προτέραν ἀσέβειαν διεξελθών, τὴν οἰκείαν τε κατὰ τῶν Χριστιανῶν ὠμότητα καὶ μιαιφονίαν ἐλέγξας, μέγα μέρος πρὸς τὴν εὐσέβειαν γίνεται· ὡς ἐντεῦθεν ἔργῳ τὸ εἰρημένον τῷ Παύλῳ γνωσθῆναι, καὶ ὅπου ὁ τῆς ἀσεβείας ὑπῆρχε πλεονασμός, ἐκεῖ καὶ τὴν περισσείαν γενέσθαι τῆς χάριτος. Πολλὰ τοίνυν καὶ τοῦ σοφωτάτου Ἰωάσαφ τοῖς συνελθοῦσι τότε στρατηγοῖς τε καὶ σατράπαις καὶ παντὶ τῷ λαῷ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας διαλεγομένου, καὶ οἱονεὶ 534 πυρίνῃ γλώσσῃ καλόν τι καὶ ᾠδικὸν τερετίζοντος, ἡ τοῦ Ἁγίου Πνεύματος χάρις ἐπιφοιτήσασα πάντας εἰς δοξολογίαν ἐκίνει Θεοῦ, ὡς ἐκ μιᾶς φωνῆς πάντων βοησάντων τῶν ὄχλων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· οὐκ ἔστιν ἄλλος θεὸς πλὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζομένου. Ζήλου δὲ θείου κατάπλεως γενόμενος, ὁ βασιλεὺς Ἀβεννὴρ ἐφάλλεται στερρῶς τοῖς εἰδώλοις ἃ ἦσαν ἐν τῷ παλατίῳ αὐτοῦ ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ εἰς ἔδαφος ταῦτα κατασπᾷ. εἶτα, εἰς λεπτὰ διελών, πένησι διανέμει, ὠφέλιμα οὕτω τὰ ἀνωφελῆ θέμενος· ἀμέλει καὶ μετὰ τοῦ υἱοῦ τοὺς εἰδώλων ναοὺς καὶ βωμοὺς περιστάντες μέχρις αὐτῶν κατηδάφουν τῶν θεμελίων· ἱερὰ δὲ τῷ Θεῷ τεμένη ἀντῳκοδόμουν. οὐ μόνον δὲ ἐν τῇ πόλει, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν χώραν σπουδῇ ταῦτα ἐποίουν. τὰ δὲ πονηρὰ πνεύματα τὰ τοῖς βωμοῖς ἐνοικοῦντα ὀλολύζοντα ἠλαύνοντο, καὶ τὴν ἄμαχον τοῦ Θεοῦ ἡμῶν δύναμιν ὑποτρέμοντα ἐβόων. πᾶσα δὲ ἡ περίχωρος καὶ τὰ τῶν προσοίκων ἐθνῶν πλεῖστα πρὸς τὴν εὐσεβῆ πίστιν ἐχειραγωγοῦντο. τότε δὴ τοῦ ἀνωτέρω ῥηθέντος θειοτάτου ἐπισκόπου παραγενομένου, κατηχεῖται ὁ βασιλεὺς Ἀβεννήρ, καὶ τῷ θείῳ τελειοῦται βαπτίσματι εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ