1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

52

ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα, ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ. οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν. Τοῦ δὲ Ἰωάσαφ εἰπόντος· Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον ὃ περιβέβλησαι; ὁ γέρων ἔφη· Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι· οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι. καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος 262 τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος. καὶ νῦν ἰδοὺ τῇ τοῦ Θεοῦ δυνάμει, ὅσον τὸ ἐπ' ἐμοί, τὴν διακονίαν μου πεποίηκα, τὴν αὐτοῦ καταγγείλας σοι γνῶσιν καὶ τὸ τῶν προφητῶν καὶ ἀποστόλων γνωρίσας κήρυγμα, διδάξας τε ἀπλανῶς καὶ φιλαλήθως τὴν τῶν παρόντων ματαιότητα καὶ οἵων κακῶν ὁ κόσμος γέμει, χαλεπῶς ἀπατῶν τοὺς αὐτῷ πειθομένους καὶ πολυτρόπως αὐτοὺς παγιδεύων. λοιπὸν πορευθῆναί με δεῖ ὅθεν ἐλήλυθα. καὶ τηνικαῦτα, τὸ ἀλλότριον ἀποθέμενος σχῆμα, τὸ ἴδιον ἔσομαι ἐνδεδυμένος. ∆υσωπεῖ τοίνυν τὸν γέροντα ὁ Ἰωάσαφ ὀφθῆναι αὐτῷ τῷ συνήθει αὐτοῦ ἐνδύματι. τότε ὁ Βαρλαὰμ ἀπεκδυσάμενος ὃ ἦν περιβεβλημένος ἱμάτιον, θέαμα ὤφθη φοβερὸν τῷ Ἰωάσαφ. ἦν γὰρ ἡ πᾶσα μὲν τῆς σαρκὸς ποιότης δεδαπανημένη, μεμελανωμένον δὲ τὸ δέρμα ἐκ τῆς ἡλιακῆς φλογώσεως καὶ περιτεταμένον τοῖς ὀστέοις, ὡς εἴ τις δοράν τινα περιτείνει ἐν λεπτοῖς καλάμοις· τρίχινον δέ τι ῥάκος ἐρρικνωμένον καὶ λίαν τραχὺ περιεζώννυτο ἐξ ὀσφύος μέχρι γονάτων· ὅμοιον δὲ τούτου παλλίον περιεβέβλητο κατὰ τῶν ὤμων. Ὑπερθαυμάσας δὲ ὁ Ἰωάσαφ τῆς σκληρᾶς ταύτης διαγωγῆς τὸ ἐπίπονον, καὶ τὸ τῆς καρτερίας ὑπερβάλλον ἐκπλαγείς, σφοδρῶς ἐδάκρυε, καί φησι πρὸς τὸν γέροντα· Ἐπεί με 264 τῆς πικρᾶς τοῦ διαβόλου δουλείας ἐλευθερῶσαι ἥκεις, τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, καί, παραλαβών με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων. αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει. ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα. ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή. οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ' ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο· τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο. τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ' ἡμᾶς, εἰ συνακολουθήσεις μοι· μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι. ἀλλὰ τοῦτό σε βούλεται ὁ Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν 266 τοῦ Χριστοῦ ἐργασίας. ἐπὰν δὲ δῴη καιρὸν ὁ πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον