1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

62

ὡμίλει, καὶ τελευταίαν αὐτῷ διδασκαλίαν προσῆγεν· Ἀδελφέ, λέγων, ἠγαπημένε καὶ τέκνον γλυκύτατον, ὃ διὰ τοῦ Εὐαγγελίου ἐγέννησα, οἶδας τίνι ἐστρατεύθης βασιλεῖ καὶ πρὸς τίνα τὰς ὁμολογίας σου διέθου. δεῖ οὖν βεβαίας ταύτας φυλάξαι, καὶ τὰ τῆς στρατείας προθύμως τελέσαι, ὅσα ὑπέσχου ἐν τῇ τῆς ὁμολογίας χάρτῃ τῷ πάντων ∆εσπότῃ, πάσης παρούσης τῆς ἐπουρανίου στρατιᾶς καὶ συμμαρτυρούσης, ἅμα δὲ καὶ ἀπογραφομένης τὰ ὁμολογηθέντα, ἅτινα φυλάττων μακάριος ἔσῃ. μηδὲν οὖν τῶν παρόντων Θεοῦ καὶ τῶν αὐτοῦ προκρίνῃς ἀγαθῶν. τί γὰρ ἂν οὕτω φοβερὸν εἴη τῶν παρόντων, ὡς γέεννα πυρὸς αἰωνίου, μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος; τί δὲ πάλιν τῶν τοῦ κόσμου καλῶν τηλικοῦτον εὐφράνοι, ὡς Θεὸς αὐτὸς ἐκεῖνος τοῖς ἀγαπήσασι χαριζόμενος; οὗπερ τὸ κάλλος μὲν ἄφατον, δυναστεία δὲ ἄμαχος καὶ ἡ δόξα ἀΐδιος· οὗπερ τὰ ἀγαθά, τὰ τοῖς αὐτοῦ φίλοις ἀποκείμενα, πάντων τῶν ὁρωμένων ἀσυγκρίτως ὑπερέχει, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ὧν κληρονόμος 314 ἀναδειχθείης, τῇ τοῦ Θεοῦ φρουρούμενος κραταιοτάτῃ χειρί. Ὁ δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος, ἠνιᾶτο καὶ ἤσχαλλε, φιλοστόργου πατρὸς καὶ διδασκάλου ἀρίστου ἀπολειφθῆναι μὴ ἀνεχόμενος· Καὶ τίς μοι, φησίν, ὦ πάτερ, τὴν σὴν πληρώσει τάξιν; ὑπὸ τίνι δὲ ἐγὼ τοιούτῳ ποιμένι καὶ ὁδηγῷ ψυχικῆς σωτηρίας γενήσομαι; τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου; ἰδοὺ γὰρ ἐμὲ τὸν πονηρὸν δοῦλον καὶ ἀποστάτην τῷ Θεῷ προσήγαγες, καὶ εἰς υἱοῦ καὶ κληρονόμου κατέστησας τάξιν, καὶ τὸν ἀπολωλότα καὶ ὀρειάλωτον, τὸν παντὶ θηρίῳ ἕτοιμον εἰς βοράν, ἐζήτησας, καὶ τοῖς ἀπλανέσι κατέμιξας Θεοῦ προβάτοις· καὶ ἔδειξάς μοι τὴν ἐπίτομον τῆς ἀληθείας ὁδόν, ἐξαγαγών με τοῦ σκότους καὶ τῆς σκιᾶς τοῦ θανάτου, καί, τοὺς πόδας μου μεταγαγὼν ἐκ τῆς ὀλισθηρᾶς καὶ θανατηφόρου καὶ σκολιωτάτης καὶ καμπύλης ἀτραποῦ, μεγάλων καὶ θαυμασίων μοι γέγονας πρόξενος ἀγαθῶν, καὶ ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι. μεγάλων καὶ αὐτὸς ὑπὲρ ἐμοῦ τοῦ μικροῦ μετάσχοις τοῦ Θεοῦ δωρεῶν· καὶ τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος, ὁ μόνος νικῶν ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς αὐτὸν ἀγαπῶντας. Ὁ δὲ Βαρλαάμ, τῆς θρηνῳδίας αὐτὸν ἐκκόπτων, ἀναστὰς εἰς εὐχὴν ἵστατο, καὶ τὼ χεῖρε εἰς οὐρανοὺς διάρας· Ὁ Θεός, ἔλεγε, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα, καὶ τὴν ὁρατὴν ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος 316 παραγαγών, ὁ τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα· ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δι' ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι· ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης· ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου. τῇ σοφίᾳ τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ' αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν. Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός. εἰρήνην τε αὐτῷ ἐπευξάμενος καὶ σωτηρίαν αἰώνιον, ἐξῆλθε τοῦ παλατίου, καὶ