1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

25

πτωχόν τινα Λάζαρον ὀνόματι πρὸς τὸν πυλῶνα αὐτοῦ βεβλημένον παραβλέπειν, καὶ οὐδὲ αὐτῶν τῶν τῆς τραπέζης αὐτοῦ ψιχίων ἐπιδιδόναι αὐτῷ· ἀποθανόντων οὖν ἀμφοτέρων, ὁ μὲν πένης ἐκεῖνος καὶ ἡλκωμένος ἀπηνέχθη, φησίν, εἰς τὸν κόλπον Ἀβραάμ, τὴν τῶν δικαίων συναυλίαν οὕτω δηλώσας· ὁ δὲ πλούσιος παρεδόθη φλογὶ πικρᾶς βασάνου ἐν τῷ ᾅδῃ· πρὸς ὃν Ἀβραὰμ ἔλεγεν· Ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ οὗτος μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἑτέρωθι δὲ παρεικάζων τὴν τῶν οὐρανῶν βασιλείαν, λέγει· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, τὴν μέλλουσαν εὐφροσύνην καὶ λαμπρότητα οὕτω δηλῶν. πρὸς ἀνθρώπους γὰρ ταπεινοὺς καὶ τὰ ἐπίγεια φρονοῦντας τὸν λόγον ποιούμενος ἐκ τῶν συνήθων αὐτοῖς καὶ γνωρίμων ἐδίδου τὰς παραβολάς. οὐ μέντοι δὲ γάμους καὶ τραπέζας ἐν ἐκείνῳ παρεδήλου τῷ αἰῶνι εἶναι· 124 ἀλλὰ τῇ αὐτῶν συγκαταβαίνων παχύτητι, τοιούτοις ὀνόμασι κέχρηται, γνωρίσαι αὐτοῖς τὰ μέλλοντα βουλόμενος. πάντας μὲν οὖν, φησί, συνεκάλεσεν ὁ βασιλεὺς ὑψηλῷ κηρύγματι συνελθεῖν εἰς τοὺς γάμους καὶ ἐμφορηθῆναι τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων· πολλοὶ δὲ τῶν κεκλημένων ἀμελήσαντες οὐκ ἀπῆλθον, ἀλλ', ἀπασχολήσαντες ἑαυτούς, οἱ μὲν εἰς ἀγρούς, οἱ δὲ εἰς ἐμπορίας, οἱ δὲ εἰς νεονύμφους γυναῖκας, ἀπεστέρησαν ἑαυτοὺς τῆς λαμπρότητος τοῦ νυμφῶνος. ἐκείνων δὲ ἐθελοντὶ ἀλλοτριωθέντων τῆς τερπνῆς εὐφροσύνης, ἄλλοι προσεκλήθησαν· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· ∆ήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτόν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. οἱ μὲν οὖν παραιτησάμενοι καὶ μηδόλως τῆς κλήσεως ὑπακούσαντες εἰσὶν οἱ μὴ προσδραμόντες τῇ τοῦ Χριστοῦ πίστει, ἀλλ' εἴτε τῇ εἰδωλολατρείᾳ, εἴτε αἱρέσει τινὶ ἐμμείναντες· ὁ δὲ μὴ ἔχων τὸ τοῦ γάμου ἔνδυμα ἐστὶν ὁ πιστεύσας μέν, πράξεσι δὲ ῥυπαραῖς τὸ νοητὸν ἔνδυμα κηλιδώσας, ὃς καὶ δικαίως ἐξεβλήθη τῆς χαρᾶς τοῦ νυμφῶνος. Καὶ ἄλλην δὲ παραβολὴν ταύτῃ συνᾴδουσαν παρέθηκε, δέκα τινὰς παρθένους τυπώσας, Ὧν αἱ μὲν πέντε ἦσαν φρόνιμοι, αἱ δὲ πέντε μωραί. αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, 126 οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον· διὰ τοῦ ἐλαίου τὴν τῶν ἀγαθῶν ἔργων κτῆσιν σημαίνων. Μέσης δὲ τῆς νυκτός, φησί, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται· ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ· διὰ τοῦ μεσονυκτίου τὸ ἄδηλον τῆς ἡμέρας ἐκείνης παραστήσας. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι· Αἱ μὲν οὖν ἕτοιμοι ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ εἰσῆλθον μετ' αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα· αἱ δὲ ἀνέτοιμοι, ἃς εἰκότως μωρὰς ἐκάλεσε, σβεννυμένας τὰς λαμπάδας ἑαυτῶν ὁρῶσαι, ἀπῆλθον ἀγοράσαι ἔλαιον. παραγενόμεναι δὲ κλεισθείσης ἤδη τῆς θύρας, ἔκραζον λέγουσαι· Κύριε, κύριε, ἄνοιξον ἡμῖν· ὁ δέ, φησίν, ἀποκριθεὶς εἶπεν· Ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· διὰ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν ἀνταπόδοσιν εἶναι οὐ μόνον τῶν ἐναντίων πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ αὐτῶν τῶν ἐνθυμήσεων. εἶπεν γὰρ ὁ Σωτήρ· Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. καὶ αὖθις· Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί· διὰ τῶν τριχῶν τὰ λεπτότατα τῶν διαλογισμῶν καὶ ἐνθυμήσεων παραδηλώσας. συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος διδάσκει Παῦλος· Ζῶν γάρ, φησίν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε