1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

28

συνεχύθης τῇ λύπῃ ὅτι σου τὰς χεῖρας ἐξέφυγον, μεταμελόμενος ἐπὶ πράγματι παρελθόντι. ἐνετειλάμην σοι μὴ ἐπιχειρεῖν τῶν ἀνεφίκτων ἐφικέσθαι, καὶ πειρᾷ κατασχεῖν με, μὴ δυνάμενος τῆς ἐμῆς ἐφικέσθαι πορείας. πρὸς τούτοις δὲ καὶ ἄπιστον ῥῆμα μὴ πιστεύειν σοι διεστειλάμην· ἀλλ' ἰδοὺ ἐπίστευσας ὑπάρχειν ἐν τοῖς ἐγκάτοις μου μαργαρίτην ὑπερβαίνοντα τὸ μέτρον τῆς ἡλικίας μου, καὶ οὐκ ἐφρόνησας συνιέναι ὅτι ὅλη ἐγὼ οὐκ ἐφικνοῦμαι τῷ μεγέθει τῶν τοῦ στρουθοκαμήλου ὠῶν, καὶ πῶς μαργαρίτην τοιοῦτον ἐχώρησα ἐν ἐμοί; Οὕτως οὖν ἀνοηταίνουσι καὶ οἱ πεποιθότες ἐπὶ τοῖς εἰδώλοις· εἰργάσαντο γὰρ ταῦτα ταῖς χερσὶν αὐτῶν, καὶ προσκυνοῦσιν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, λέγοντες· Οὗτοι οἱ πλαστουργοὶ ἡμῶν. πῶς οὖν πλαστουργοὺς τοὺς ὑπ' αὐτῶν δημιουργηθέντας καὶ διαπλασθέντας νομίζουσιν; ἀλλὰ καὶ τηροῦντες αὐτὰ ἐν ἀσφαλείᾳ, τοῦ μὴ ὑπὸ κλεπτῶν συληθῆναι, φύλακας ἀποκαλοῦνται τῆς σφῶν σωτηρίας· καὶ τοί γε πόσης ταῦτα ἀφροσύνης, καὶ τὸ μὴ γινώσκειν ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν, πῶς ἄλλοις γένοιντο φύλακες καὶ σωτῆρες; τί γάρ, φησίν, ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κατακενοῦσι χρήματα, στήλας τοῖς δαίμοσι καὶ ἀγάλματα ἐγεῖραι, καὶ φληναφοῦσιν ἀγαθῶν παρόχους αὐτοὺς ὑπάρχειν, αἰτοῦντες παρ' αὐτῶν λαβεῖν ἅπερ οὔτε πώποτε ἐκτήσαντο, οὔτε μὴν ἔτι κτήσονται. διὸ γέγραπται· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς· οἵτινες, φησί, μισθωσάμενοι χρυσοχόον, 140 ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτοῖς. αἴρουσιν αὐτὰ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτὰ ἐπὶ τοῦ τόπου, μενεῖ ἐν αὐτῷ, οὐ μὴ κινηθῇ. καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτά, οὐ μὴ εἰσακούσῃ αὐτοῦ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. ∆ιὸ αἰσχύνθητε αἰσχύνην αἰώνιον, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστὲ θεοὶ ἡμῶν. Ἔθυσαν γάρ, φησί, δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστὶ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ἐκ ταύτης οὖν τῆς πονηρᾶς γενεᾶς καὶ ἀπίστου προσκαλεῖταί σε Κύριος, λέγων σοι· Ἔξελθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητι, καὶ ἀκαθάρτου μὴ ἅψῃ, ἀλλὰ σώθητι ἐκ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης· ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· ἡ γὰρ πολυαρχία τῶν παρ' ὑμῖν θεῶν καὶ ἄτακτον καὶ στασιῶδες καὶ παντελῶς ἀνύπαρκτον. ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ πολλοὶ θεοὶ καὶ κύριοι· ἀλλ' εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεὶς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι· Τὰ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα, τὸν Κύριον καὶ ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, 142 Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ' ἑαυτὸ θεωρούμενον· ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ ὁ Πατήρ, ᾧ καὶ ἴδιον ἡ ἀγεννησία· εἷς δὲ ὁ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῷ ἡ γέννησις· ἓν δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῷ ἡ ἐκπόρευσις. οὕτω γὰρ ἡμεῖς, ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες τὸν Υἱὸν ἐν φωτὶ τῷ Ἁγίῳ Πνεύματι, μίαν δοξάζομεν θεότητα ἐν τρισὶν ὑποστάσεσι· καὶ αὐτός ἐστιν ἀληθινὸς καὶ μόνος Θεός, ὁ ἐν Τριάδι γινωσκόμενος, ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Τούτου τῇ χάριτι τὰ κατὰ σὲ γνοὺς κἀγὼ ἀπεστάλην διδάξαι σε ἃ