1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

6

γὰρ ἂν ἄλλως εἶναι γνῶναι τὴν Αὐγοῦσταν περὶ τῶν συμβάντων πρὶν ἂν αὐτὸς ἐπιστῇ κατὰ παραμυθίαν ὡς δῆθεν τὴν πρέπουσαν. ὁ γοῦν πατριάρχης ἔτυχε μὲν καὶ πρὸ τὸ δρᾶμα μαθεῖν, καὶ θρήνοις ὡς εἰκὸς τὸν τοῦ βασιλέως ἀφωσιώσατο θάνατον, μὴ γνωσθὲν ὅλως τοῖς περὶ ἐκεῖνον ἐφ' ᾧ καὶ θρηνοίη. τότε δὲ δεξάμενος τὸ τοῦ βασιλέως πρόσταγμα παρὰ τοῦ Παπύλου, καὶ ὡς εἰκὸς ἐποικτισάμενος, ἐκείνῳ μὲν τὰ εἰκότα κοινολογησάμενος ἀποπέμπει, τῷ δέ γε συγ γραφεῖ παρέχει τὸ πρόσταγμα, ἐρωτῶν εἰ αὐτὸς ἔχοι γνῶναι δια στοχασάμενος οὗ τινὸς ἂν εἴη τὸ μηνολόγημα· ἐπὶ τοσοῦτον γὰρ καὶ παρέϊκτο τοῖς τοῦ πατρὸς ὡς μὴ ῥᾳδίως διαγνῶναι ἔχειν καὶ τὸν εἰδήμονα, ἐκ μόνης δέ τινος ξυσμῆς βραχυτάτης ἐπὶ τῇ παραλλάξει κατανοούμενον ὑπονοεῖν ἐδίδου τὴν χεῖρα. καὶ γνω ρίσασιν ἤδη τὸ σύμβαμα τότε καὶ δῆλος μὲν ἦν πατριάρχης ἀλύων, δῆλος δὲ καὶ παραμυθούμενος, τὰ μεγάλα παρὰ βασι 14 λέως ἔχειν ἐλπίζων περὶ τῆς κατὰ τὴν ἐκκλησίαν ὡς εἰκὸς ἀνυψώ σεως, αὐτοῦ γε νύττοντος. καὶ ἡ πρὸς αὐτὸν ἀγάπη τοῦ βασι λέως, πολλή τις οὖσα καὶ θαυμαστή, ἐχέγγυον τῶν ἐλπιζομένων εἰς πίστιν ἦν. ὁ μὲν οὖν ἐν τούτοις ἦν. 2. Ὁ δέ γε βασιλεὺς μεθ' ἡμέρας καταλαβὼν τὴν Κων σταντινούπολιν ἐμφανὴς ἦν λογισμοὺς στρέφων καὶ μάλα δια νοούμενος περὶ ὧν ἂν καὶ πράξοι, ἐφ' ᾧ τὸ τῆς ἐκκλησίας σχίσμα συνουλωθείη κατασταλέντος τοῦ ἀνοιδοῦντος. τὸ δ' ἦν οὖκ ὀλίγης καὶ τῆς τυχούσης μελέτης, ἀλλὰ καὶ τῆς ἀναγκαίας, ὡς ἐῴκει, καὶ προύργου παντός. ἔτυχε γὰρ καὶ ἡ αὐτοῦ θεία ἡ Εὐλογία βουλὰς εἰσάγουσα πιθανάς, καὶ τὰ πολλὰ κατεπείγουσα καὶ ἄλλως παρακεκινημένον ἐξ ἑαυτοῦ τὸν κρατοῦντα τὰ χθὲς καὶ πρὸ τρίτης ἀναλαμβάνειν καὶ τοῖς σχιζομένοις ἀπολογεῖσθαι, ὡς παρὰ γνώμην τῷ πατρὶ συμπράξοι καὶ ὡς καταγνοίη τῆς πράξεως, ὡς ὑπ' αὐτοῖς ὅλον γενέσθαι, κἄν τι δικαιοῖεν ἐκεῖνοι παθεῖν αὐ τόν, ἑτοίμως ὑπέχειν τὰς δίκας ὡς ἁμαρτήσαντα. καὶ τῷ μὲν οὕτως ἐδόκει, ὑποποιουμένῳ τὰς γνώμας τῶν σχιζομένων, ὥσπερ ἂν εἰ ἀνερρωγότος βοθύνου ἐξαπιναίως πεσὼν ἐζήτει παρ' ἐκεί νων ἀναλαμβάνεσθαι. αἱ γὰρ διὰ χρυσοβουλλείων λόγων πίστεις 15 καὶ οἱ ἐν αὐτοῖς ὅρκοι, καὶ ὅσ' ἄττα ξυμβεβήκει τοῖς βασιλεύου σιν, αὐτῷ δηλονότι καὶ τῷ πατρί, εἰς τὴν τῆς τελεσθείσης εἰρή νης βεβαίωσιν, οὐκ ἀπεοικὸς πρὸς βοθύνους ἔχειν καὶ φάραγγας παρ' αὐτῷ, οἷς ὀλίσθῳ γνώμης ἐμπεσεῖν ᾤετο. οἱ δέ γε πρὸς τοῦτο παρακινοῦντες (ἡ Εὐλογία οὗτοι καὶ ὁ Μουζάλων Θεόδω ρος) ἐῴκεσαν μὲν καὶ κινουμένοις εἰς ζῆλον διὰ τὰ πραχθέντα, καί γε ζητοῦντες τὴν τῆς ἐκκλησίας κατάστασιν κατεφαίνοντο, ἐδό κουν δὲ τοῖς πολλοῖς προκατειλημμένοι τὰς γνώμας καὶ κατὰ τοῦ ἀποιχομένου μηνίοντες οἷς ὅτι ἡ μὲν εἰς τὸ τοῦ ἁγίου Γρηγορίου φρούριον συνάμα παιδὶ τῇ τοῦ Ῥαοὺλ γυναικὶ ἐξωρίζετο, ἐπαύ ξοντος καὶ τοῦ κατὰ τὴν Μαρίαν συμβάντος τὸ ἔχθος, ἣν θυγα τέρα ταύτης καὶ Βουλγάρων δέσποιναν ὁ λόγος προυδείκνυ, ὁ δὲ ζηλοῦν δόξας καὶ τὴν εἰς Ἰταλοὺς πρεσβείαν ἀποποιούμενος ἑνί γε καὶ μόνῳ εἰς τιμωρίαν ἀλλακτῇ τῷ αὐταδέλφῳ ἐχρήσατο Λέοντι τὰς ἐπιφορὰς τῶν ῥάβδων δεχόμενος. συνάμα δ' ἄμφω τὰς αἰτίας πρὸς τὸν πατριαρχοῦντα ἀνάγοντες, δεινὸν κατ' ἐκείνου ὡς δόξαντος τὴν αἰτίαν εἰληφέναι τῆς ἐπ' ἐκείνους ἀγανακτή σεως. 3. Ὡς γοῦν ἡ τῶν Χριστοῦ γενεθλίων προσήλαυνεν ἑορ τή, καὶ ἔδει μέν, ὡς εἴθιστο, προελθεῖν βασιλέα, ἔδει δὲ καὶ 16 τὴν μυστικὴν ἐν ἀνακτόροις ἱερουργίαν τελεῖσθαι, καὶ ἡ μὲν προέλευσις κατὰ δεῖγμα λύπης, κάτω που τοῦ βασιλέως ἱσταμέ νου, οὐκ ἐγεγόνει, τὰ δὲ τῆς μυστικῆς ἱερουργίας ἠπράκτει, μή πως καὶ ὁ εἰς πατριάρχην ἔτι τελῶν μνημονεύοιτο. ὃ δὴ κἀκεῖ νοι μὲν ἐπείλυον τέως αἰτίας πλαττόμενοι, δῆλοι δ' ἦσαν ἄλλοις τὰ μὴ ὄντα προφασιζόμενοι. ἡ γὰρ Εὐλογία νόμῳ μὲν συμπα θείας ἐθρήνει τὸν ἀποιχόμενον, τὸ δὲ πλέων θρηνεῖν προσεποιεῖτο τὴν τοῦ ἀδελφοῦ διὰ τὸ χθὲς γεγονὸς ἐξαπώλειαν, καὶ τὴν Αὐ γοῦσταν θρηνοῦσαν τὸν σύζυγον ἐν οὐ καλαῖς περὶ ἐκεῖνον ἐλπί σιν ἐποίει, ὡς οὐδὲν ἐντεῦθεν τοῦ ὑπὲρ ἐκείνου πραχθησομένου, κἂν ὅ τι καὶ ᾖ, βοηθήσοντος. ὅθεν καὶ τοῖς πατριάρχαις συνελ θοῦσι κατὰ παραμυθίαν