1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

156

Καίσαρος ἦσαν) φόνον ἐπῆγον, ἵππους δ' ἐκείνων καὶ ὅπλα καὶ χρήματα τοὺς μὲν ἀπῆγον τὰ δὲ συνέλεγον. φθάνει δ' ἐπὶ τούτοις καὶ τὰ τῆς φήμης ἐντελέστερον, καὶ ἀκαρεῖ ἅμα Κατε λάνοι πάντες τὴν Καλλίου εἰσελθόντες (ἦν γὰρ ἐκ πλείστου κατη σφαλισμένον τὸ φρούριον) ἑαυτοῖς μὲν προνοοῦσι τὴν σωτηρίαν, τοὺς δ' ἐν αὐτῇ Ῥωμαίους παμπληθεὶ κτείνουσι, μηδ' αὐτῶν φειδόμενοι τῶν νηπίων. τέλος περὶ τῶν ἰδίων, ὧν τε Καῖσαρ ἐπήγετο καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἑκασταχοῦ πεμφθέντων, δείσαντες μὴ κἀκείνοις κίνδυνος περιστῇ, κατασχόντες τοὺς πε ριόντας φυλακαῖς ἐτήρουν. ἔμελλον δὲ καὶ τοὺς περὶ τὸν νόθον ἀδελφὸν Θευδερίχου ἐγγύς που ναυλοχουμένους εἰσφρήσεσθαι· ὡς δ' οὐχ ὡμολόγουν περὶ τὰ συμφωνούμενα, ἐκείνοις μὲν ἐφῆ 528 καν κατατρέχειν τὰς νήσους, κωφὴν ἑαυτοῖς συμμαχίαν καὶ ταῦθ' ἡγούμενοι, αὐτοὶ δ' εἰς στερρὰν παρεσκευάζοντο μάχην.

25. Ἀλλὰ μὴν οὐδ' ὁ βασιλεὺς Μιχαὴλ ἠμέλει τὸ σύμ παν, ἀλλὰ τὰ τῶν Βουλγάρων ἐν ἀνακωχαῖς θέμενος τοὺς ἀμφὶ τὸν μέγαν πριμικήριον ἐξορμᾷ, ὃς καὶ περικαθίσας τὸ φρούριον πολιορκῶν ὡς εἶχεν ἐμάχετο, ἔστι δ' οὗ καὶ κατετροποῦτο. πληθουμένων δ' ἐκείνων καὶ ἤδη θαρρούντων τὰς ἐκδρομὰς διὰ τὴν κενὴν τῶν Ῥωμαϊκῶν δυνάμεων ἀσχολίαν (ὁ γὰρ Μπυριγέ ριος περιεβουκόλει τὰς ἐλπίδας τῷ βασιλεῖ, καὶ πέμπων παρ' αὐτὸν τὴν δουλείαν καὶ τὸ ὑπήκοον ὑπεκρίνετο ὡς ἐν κενοῖς καὶ τῶν φόνων γενομένων, ὡς ἔλεγεν, ἀνακωχὰς σκαιωρῶν ἐντεῦ θεν) κατοχυροῦσι μὲν ἐκεῖνοι καὶ αὖθις ἐπὶ πλέον τὸ φρούριον, μακραῖς δ' ἑπτὰ ναυσὶ καὶ ἄλλαις ἐννέα μικραῖς μάχιμον ἐμβα λόντες λαὸν εἰς τὸν κατὰ τῶν παραιγιαλίων σκυλευμὸν ἐκπέμ 529 πουσι. καὶ ἐπειδὴ προσβαλόντες μὲν Ἀρτάκῃ ἐπινείῳ Κυζίκου, προσβαλόντες δὲ Προικοννήσῳ οὐδὲν ἤνυτον, ὑποστάντων στερ ρῶς τῶν ἐποίκων, τοῦ αὐτοῦ Πυαντιῶνος μηνὸς εἰκοστῇ ὀγδόῃ Πειρίνθῳ προσβάλλουσι καὶ ἡβηδὸν τοὺς ἐν αὐτῇ κατασφάτ τουσι. χώρας δ' ἠρήμουν τὰς παρ' ἑκάτερα, τῶν μὲν ἀπανι σταμένων τῶν δ' ἁλωμένων, ὧν τοὺς μὲν ἔκτεινον τοὺς δ' ἐλα φυροπώλουν. διὰ ταῦτα νυκτὸς ἀναπεπταμένων τῶν τῆς Κων σταντίνου πυλῶν, παντοίων ποταμείων ὑδάτων ῥεῦμα μιμούμε νον εἰσεχέετο, ὀλίγον καὶ ταῦτα ἐκ τοῦ τυχαίως ἐξ ὧν εἶχον ἐπι φερόμενοι. καὶ τὰ μὲν ἔξω αὐθημερὸν ἀπὸ θαλάσσης ἐντὸς ἠπείρου μέχρι καὶ ἐς πολὺ ἀνέδην τῶν νεῶν ἀποβαίνοντες ἐπυρ πόλουν τὰς χώρας καὶ τὰ πάνδεινα κατειργάζοντο, πλείστων ὅσων πυρὸς καὶ μαχαίρας ἔργον γενομένων τὰ δ' ἐντὸς σφαῖρος ἦν ἄλλος ὁ Ἐμπεδόκλειος· οἱ γὰρ κατὰ τὴν περαίαν πᾶσαν ἐσκευαγώγουν, καὶ ὅσοι νησιδίοις προσῴκουν ἀποδράντες Πέρ σας, μίαν εἶχον τὴν πόλιν ἐξ εἰκαίων ἐφοδίων καταφυγήν.

26. Ἔφθασε δὲ καὶ βασιλεὺς ἕνα τῶν Κατελάνων προσ φυγόντα μετὰ τῶν ἰδίων εἰς ἀμηραλῆν τιμήσας καὶ ὡς πιστῷ, 530 ὡς ἐκ πολλῶν ἐδίδου δοκεῖν, χρώμενος, ὅτι γε καὶ εἰς Ἕλληνος καὶ γνώμην καὶ στολὴν μετετάττετο. πολλαῖς δὲ καὶ φιλοτη σίαις πρὸς τοῦ κρατοῦντος ἐκυδροῦτο ταῖς εὐεργεσίαις. πρὸς τούτοις καὶ εὐγενεῖ κόρῃ τῇ τοῦ παχέος Ῥαοὺλ εἰς γάμον νόμιμον συνῳκίζετο. τούτῳ βασιλεὺς ἐκτόπως πιστεύων, ἐξ Ἰταλῶν ἀρτυσάμενος ναῦν καὶ ῥόγαις ἐξικανώσας τοὺς ἐν αὐτῇ πρὸς τὸ ἀποστέλλειν ἦν, τριηραρχοῦντος αὐτοῦ. ἔμελλε δὲ ἄρα καὶ ἄλ λας κατόπιν ἐκπέμπειν συναμυνουμένας τοὺς ἐπιόντας. ὡς γοῦν συνετάττετο βασιλεῖ καὶ πρὸς ταῖς ἐξόδοις ἦν, ἀγγέλλεταί οἱ παρὰ τοῦ κόμητος τῆς νεὼς ὡς Ἀμογαβάρους καὶ ὑπὲρ τοὺς πεν τήκοντα, ὡς εἰκάσαι, κρυφηδὸν ἔχει τῶν καταστρωμάτων ἐντός· ὃ δὴ καὶ φωραθὲν εὐθέως τὴν ἀπιστίαν παρίστα καὶ τοῦ τριηράρ χου. καὶ ὁ μὲν ἐγκέκλειστο, οἱ δὲ καὶ αὐτοὶ (οὔπω γὰρ καὶ οὗ τοι τελέως ἠγγέλλοντο τὰ δεινὰ) ἐν τηρήσεσιν ἦσαν, πλὴν τῶν ἀποστάντων ἐκεῖθεν. ἀλλ' εὐθὺς αἱ πικραὶ φῆμαι κατελάμβα νον, ἃς οὐκ ἄλλος ἀλλ' αὐτοὶ ἐφήμιζον οἱ πάθοντες, καὶ θροῦς 531 ἠγείρετο παμπληθής, καὶ θόρυβος ἐκ πάντων διὰ τὸ φίλοικτον ἵστατο, καὶ τὴν τῶν Ῥωμαϊκῶν νεῶν κατῃτιῶντο κατάλυσιν, ὡς οὐκ ἂν πάθοιεν τοιαῦτα εἰ ὁ συνήθης