1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

181

δὲ τὰς προσ τιμήσεις τοῖς κατά τι προσκόπτουσι διετίθει. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐς πλέον εὐσεβείας ἥκειν δοκῶν, στήλην μὲν ἐκείνην πατριαρ χῶν τῶν τριῶν Γερμανῶν, τὴν ἐπὶ δεξιᾷ εἰσιοῦσι τῶν ὡραίων πυλῶν ἱσταμένην, διὰ τὸν ὕστερον τὸν ἐξ Ὀρεστιάδος μετατε θέντα, ὅτι τῇ πρὸς τοὺς Ἰταλοὺς εἰρήνῃ αὐτὸς ἐκεῖνος πρεσβεύ σας συνήργησε, κατασπᾷ, στήλην δὲ βασίλειον ἐκ χρυσονήματος διεσκευασμένην κατ' ὀξὺν πέπλον, ἣν ἐκεῖνος βασιλεῖ Μιχαὴλ πατριαρχεύων ἀνήρτα τῶν πρὸς τῇ δύσει μέσον ἐρυθρῶν κιόνων, κατά τέ τι κλεϊσμὸν τοῦ νέον ἐκεῖνον Κωνσταντῖνον φανῆναι 615 Ῥωμαίοις εἰς τὸ τοῦ πανευκλεοῦς Κωνσταντίνου σχῆμα μεταλλά ξας ἵστη. καὶ ἅπερ τῶν προτέρων τιμῆς ἡμερῶν τοῦ πατριαρ χοῦντος κατὰ σχῆμα διετηρήθησαν, ὕστερον μεταγνόντων οἷον κατά τιν' ὀλιγωρίαν μετηλλάττοντο, ὥσπερ ὀστράκου μεταπε σόντος. ἐκεῖνος δὲ καὶ θεῖα εἰς τὰ πάντα δικαιώματα μιγνύων, τοῖς πολλοῖς ἀνέδην ἐπέχρα, αὐτοπροσκοπίτης ἐγγὺς φαινόμενος, καὶ πᾶς πρὸς τὸν κρατοῦντα λόγος ἐξ εὐλαβείας ἠπράκτει, καὶ εἱρκταὶ καὶ καταγνώσεις τοὺς κατά τι προσκόπτοντας διεδέχοντο. τὰ δὲ τῆς κοινῆς ἐκκλησίας εἰς ὀλίγον γε περιίσταντο, ἐξορισθέν τος μὲν τοῦ Ἀλεξανδρείας, ἀλλοτριουμένου δὲ καὶ τοῦ τῆς Θεο πόλεως διὰ τὴν τῶν Ὁδηγῶν μονήν, ἤν που δὴ καὶ καταθῆναί τις ἠλπίζετο, τοῦ δ' Ἱεροσολύμων Ἀθανασίου ἐκποδὼν κἀκείνου γενομένου διὰ τὰς ἐκεῖθεν κατ' αὐτοῦ φήμας, ἃς δὴ Βρουλᾶς τις ἐκ Ῥωμαίων, καὶ Καισαρείας τῆς Φιλίππου ἐπίσκοπος, βα σιλεῖ καὶ αὐτῷ προσελθὼν πατριάρχῃ καὶ ἀνενέγκας, πεμφθεὶς συνάμα καὶ τοῖς ἐκ βασιλέως πρέσβεσι κατελέγχειν ἠπείγετο· οἳ καὶ ἐπιστάντες Ἱεροσολύμοις τὸν μὲν πατριάρχην ἐξωθοῦσι, τὸν 616 δὲ Βρουλᾶν παρὰ τὴν τοῦ βασιλέως θέλησιν (τὸν γὰρ βασιλέα ζῆλος μόνος κατήπειγε ἐξετάζεσθαι τὰ ἐγκλήματα) ἐπὶ τοῦ τῆς Αἰλίας θρόνου, φέροντα καὶ ταῦτα μύσος ἀφορισμοῦ, ὡς ἐλέ γετο, φέροντες ἐνθρονίζουσι. καὶ λοιπὸν ἀπηρτημένου κἀκείνου ὄντος, μόνος ὁ πατριαρχεύων συνάμα τῷ προσκομίζοντι, ἀπηρ τημένου τοῦ Ἀλεξανδρείας καὶ τοῦ Θεοπόλεως ἤδη, ἐν τοῖς ἱεροῖς διπτύχοις ἐμνημονεύετο. ἀρχιερεῖς δὲ οἱ μὲν ἀπεδήμουν, καὶ τοὺς ἐπιδημοῦντας ἀποδημεῖν κατηνάγκαζε. τοὺς δὲ τοῦ κλήρου τιμίους, οὓς δεινῶς ὑφεώρα, τοὺς δὲ προσαφαιρούμενος καὶ τὰ σιτηρέσια ἀπρακτεῖν ἐποίει. ἦν δὲ καὶ τοῖς κατά τι προσκόπτου σιν εἰς αὐτὸν ἡ ἐκ βασιλέως ἀποστροφὴ ἀπαραίτητος, θέλοντος ἐκεῖνον εὐλαβείας τρόποις ἐξ ἅπαντος συνιστᾶν. καὶ πολλοί τινες εἱρκταῖς ἐδίδοντο ὡς μήτε τινὰ παράκλησιν ἔχειν μήτε μὴν ἐκ τοῦ τυχόντος ἐλευθεροῦσθαι, ὡς καί τινας ἀποδράντας τῶν μονα χῶν, ἐπεὶ οὐκ ἦν σφίσιν ὅπου ἄρα καὶ προσφύγοιεν, προσφυγεῖν τοῖς κατὰ τὴν περαίαν φρερίοις. τὸ προτεινόμενον τοῖς εὐθύ νουσιν ἡ κακουχία, ἵνα γοῦν ἀλλ' οὕτως σωθεῖεν. καὶ τοῦτο 617 ἦν ἄντικρυς τὸ τοῦ ∆ιοδώρου πατρός, τὸ κακοποιεῖν τινὰς βα θέως, ὅταν δικαίωμα θεῖον μίξωσιν. ἀλλὰ γὰρ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέ τι τῆς συνηθείας ἔξω, ἀλλ' εἰ μὴ πᾶν ἐστὶ τὸ γι γνόμενον ἐν ἐλπίσι πρὶν ἢ καὶ γενέσθαι. ἡ μὲν οὖν περὶ τὸν πα τριαρχοῦντα τοῦ βασιλέως αἰδώς, καὶ τὸ συγκεχωρηκὸς ἐφ' ἅπα σιν ἐκ πληροφορίας οὔτι μικρᾶς, ὡς ἐδόκει, ὡς καὶ στολαῖς ἀγάλλειν ταῖς λαμπροτάταις συνάμα πλείστοις τοῖς εἰς τὸν ναὸν ἀναθήμασιν, ἐς ὅτι πλείστης φιλοθεΐας εἶναι ταῦτα καὶ φιλοκα λίας τοῦ βασιλέως πιστεύεσθαι, καὶ ὑπακούειν ἑτοίμως ἐς ὅ τι δὴ καὶ διαμηνύσειε, καὶ ἀπαντᾶν συχνάκις ἐν ἑορταῖς ἐξάλλους καὶ πολυταλάντους τὰς στολὰς φέροντα, ἠρεμεῖν ἐκεῖνον οὐκ εἴα, ἀλλ' ὁσημέραι ὑπανοιγνὺς δικαστήρια τὰς κρίσεις ηὐθέτει, ὡς καὶ τύπους ἀρχαίους μεταλλάττειν κατὰ τὸ δόξαν συμφέρον καὶ 618 εὐλαβές, καὶ ἄλλους μὲν καθιστᾶν ἐν ἄλλοις, μοναχοὺς δὲ μο 618 νοφαγίαν κατ' ἐννάτας δι' ἔτους ἀσκεῖν, δίχα μέντοι σαββάτου καὶ κυριακῆς. ὅθεν δὴ καὶ τρία ἐκ τοῦ ἀκολούθου τὰ μείζω ταῦτα πλημμελεῖσθαι ξυνέβαινε, πρὸς τῷ καὶ πατέρων τύπους ἀρχαίους ἀλλάσσεσθαι, οἶμαι, τοῖς ἀμελεστέροις, λαθροφαγίαν ἀπληστίαν τε καὶ ὑπὲρ τὸ δέον τοῖς ἑστιωμένοις δείλης