1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

154

τὰ παρ' αὐτῶν ὀνείδη διεγκαλεῖν, εἷς παρευρεθεὶς ἐκείνοις καὶ ἀναξιοπαθήσας οἷον, τὴν ἔγκλησιν 521 ἐβλασφήμει καὶ πίστιν καὶ πατριάρχην, τὸν καταφρονητὴν ὑπεμ φαίνων, ὡς ἥκιστα φροντιῶν, εἰ ἐπικαλοίη. μικρὸν διῆλθε τῆς ὥρας, καὶ ἀποστὰς ἐκεῖθεν, μεταξὺ τὴν ὁδὸν διερχόμενος, παρὰ μηδεμίαν αἰτίαν ἐμφανῆ ξυμποδίζεται καὶ πίπτει πτῶμα δεινόν, καὶ ἔδοξεν ὑποσχὼν δίκας τῆς βλασφημίας, δεινῶς συν τριβεὶς τὸν πόδα. ταῦτα μαθὼν βασιλεύς, καὶ ὡς εἰκὸς τὸ πραχθὲν ἡγησάμενος θαυματούργημα, τὸ πᾶν τοῦ παραδόξου τῷ πατριαρχοῦντι προσανετίθει, δέον ὄν, οἶμαι, καὶ μᾶλλον θεῷ καὶ τῇ πίστει, ἣν ἐκεῖνος ἀφρόνως βεβλασφημήκει. καὶ αὐτίκα πρωΐας σύναξιν κοινὴν παραγγέλλει, ἐπιτάττει δ' ἐνεχθῆ ναι καὶ τὸν καταραχθέντα ὡς εἶχεν ἐπὶ τοῦ σκίμποδος. οὗ δὴ καὶ ἐς μέσον τεθέντος, πολλὴν καὶ διωλύγιον διεξῄει δημηγορίαν, συνιστῶν ἐντεῦθεν ὃν συνιστᾶν ἤθελε, τῶν δ' ἀπ' αὐτοῦ σχιζο μένων, καὶ μᾶλλον τῶν ἰδίως ζηλούντων, τὰ πλεῖστα καθήπτε το, κἂν ἐκεῖνοι τὴν γνώμην ἀμετάθετον εἶχον ἐφ' οἷς ἀρχῆθεν ἐπισχυρίζοντο. καὶ ἔπασχον μέν, ἔπασχον δ' ἂν καὶ τὰ μέγιστα, εἰ βασιλεὺς ὑφίει καὶ συνεχώρει. ἀλλ' ἀνεῖχεν ὅλως τὰς ἐπ' ἐκείνοις τῶν ἄλλων ὁρμὰς τρόποις χρηστότητος.

22. Ἐν τούτῳ καὶ ὁ ἀπὸ μεγάλου δουκὸς Ἰταλὸς μὲν τὸ 522 γένος, ταῖς δ' ἀπὸ τοῦ βασιλέως ὀνομασίαις ὡς γαμβρὸς κλεϊζό μενος, πέμπων πολλάκις πρὸς βασιλέα καὶ τεχνιτεύων τὰς σκαιω ρίας, τέλος ἀποσταλέντα καὶ αὖθις τὰ τοῦ Καίσαρος σύμβολα κατὰ τὴν ἡμέραν τῆς τοῦ ἁγίου Λαζάρου ἐγέρσεως ὑποδέδεται καὶ Καῖσαρ φημίζεται, δέχεταί τε παρὰ βασιλέως καὶ χρυσίου νομίσματα χιλιοστύας τρεῖς πρὸς τριάκοντα. ξυνέκειτο δὲ σφίσι λαμβάνειν καὶ σίτου τοπικοὺς μοδίους ἑκατὸν χιλιάδας, καὶ μέχρι καὶ ἐς τρεῖς χιλιάδας μαχίμων ἀνδρῶν παρακατασχόντα τοὺς ἄλ λους ἀποπέμπειν, καὶ αὐτίκα περᾶν κατ' ἀνατολήν. ἀλλ' ὅμως ἐκ σκαιωρίας καὶ αὖθις οὐχ ὑπελείπετο πρόφασις, ἀλλὰ πολλοὺς μὲν ἀνὰ Κύζικον πέμπει πολλοὺς δ' ἀνὰ Πηγάς, ἱκανὴν δὲ μοῖ ραν καὶ τῷ Λοπαδίῳ προσνέμει. αὐτὸς δὲ καὶ τοὺς περὶ τὸν Μπυριγέριον θάλπων ἤδη ἀποστατήσαντα, ἔτι δὲ καὶ τοὺς ἀμφὶ τὸν νόθον ἀδελφὸν Θευδερίχου ὑποποιούμενος, τούτοις μὲν μέχρι καὶ Μιτυλήνης τὸν πλοῦν περιώριζεν, ἐκείνους δὲ παρακατεῖχε καὶ προφάσεις ἐπλάττετο καὶ ἄλλας μέν, τέως δέ γε τὴν ἔκδηλον, ὡς ἀκαθέκτους ὄντας οὐ δύναται καθυπάγειν εἰς τὸ οἰκεῖον θέ λημα, καὶ ταῦτα μηδὲ ταῖς κεχρεωστημέναις μισθοφορίαις ἱκα νωθέντας. ὑπεποιεῖτο δὲ καὶ τὴν τῶν ἑκατὸν χιλιάδων τοῦ σίτου συναγωγήν· καὶ ἀνὰ μέρος μὲν οἱ τοῦ βασιλέως συνῆγον ἐκ τῆς 523 χώρας ἐκείνῳ τὸν σῖτον, ἀνὰ μέρος δ' ἐκεῖνος τοὺς ἰδίους πέμ πων ἐξεφόρει τὸ εὑρισκόμενον, προφάσει μὲν ὡς ἐπιταχύνων τὴν ἀπανάστασιν, τὸ δ' ἀληθὲς καὶ ὃ μᾶλλον κατενοεῖτο, τὰς ἐπι θυμίας ἐμπιπλῶν καὶ καταφρονῶν ἐς ὅτι μάλιστα. ἐν τοσούτῳ δέ, ἵνα δὴ καὶ πλέον τὸν βασιλέα ὑποποιήσηται, ἅμα δὲ καὶ κατά τινας ἑτέρας προφάσεις, τὴν μὲν πενθερὰν καὶ τὴν σύζυ γον τῷ ἐγγαστρίῳ βαρουμένην φόρτῳ πέμπει κατὰ πόλιν πρὸς τὸν κρατοῦντα, περιαργῶν τὴν διαπεραίωσιν ἐκ προφάσεως, ὡς εἰ μὴ ἐπανέλθοιεν αὗται ἐξηνυσμένων καὶ τῶν ἀπαιτουμένων, οὐδ' ὅλως περαιωθησόμενος.

(23) αὐτὸς δὲ συμπαραλαβὼν οἷς καὶ μᾶλλον ἐθάρρει, ποσουμένους περί που τοὺς ἑκατὸν καὶ πεντήκοντα, ἔγνω πρὸς βασιλέα Μιχαὴλ κατὰ τὴν Ἀδριανοῦ διά γοντα ἀπελθεῖν, προφάσει μὲν καὶ τῷ φαινομένῳ ὡς προσκυνή σων καὶ βλέψων ὃν ἐς τόδε οὐκ εἶδεν, ἔτι δέ γε, καὶ ὡς ἔλεγε, συνταξόμενος μέλλων διαπερᾶν, τῷ δέ γε βαθυτέρῳ, καὶ ἐφ' οἷς ὑπωπτεύετο, κατασκοπήσων τὸ περὶ τὸν βασιλέα στράτευμα. καὶ γὰρ οὐδ' ἐκεῖνοι πρὸς τὰς αὐτῶν ἀτασθαλίας ἠρέμουν, ἀλλ' ὑπονοοῦντες τὴν ἀπιστίαν, καὶ μᾶλλον Ἀλανοὶ καὶ τὸ ἐκ παλαιοῦ 524 Περσικόν, οὓς καὶ Τουρκοπούλους ὠνόμαζον, οἱ μὲν περὶ τὸν ἐκ Βουλγάρων Βοσσίλαν καὶ τοὺς οἰκείους κοσμήτορας, τὸ δὲ Ῥωμαϊκὸν περὶ τὸν μέγαν πριμικήριον τὸν Κασσιανὸν καὶ τὸν ∆ούκαν καὶ μέγαν ἑταιρειάρχην ταττόμενοι, τὰ τῆς Μακεδονίας τε ὀχυρὰ