1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

160

μετημφίαστο, τοῖς δέ γε πλήθεσι τὰ εἰς δαιτὸς φιλοτιμίαν ἐδίδοντο. αὐτοὶ δ' ἐφ' ἡμέραις προσμείναντες, μήτε τι τῶν σωμάτων μήτε τι τῶν πραγμάτων δόντες, χρημάτων ἀποδόσθαι ἠβούλοντο. ἀλλὰ καὶ ὑπὸ μι σθοῖς μὲν συνεφώνουν ἐπὶ τοὺς κατὰ τὴν Καλλίου στρατεύειν· τέλος δ', ὡς ἐδόκουν, γνωσιμαχήσαντες διὰ τοὺς ἐκεῖ Γεννουΐ τας, οἶμαι, ἐξ αὐτῆς συμπαραλαβόντες καὶ Μπυριγέριον συνά μα τοῖς πρωτίστοις αὐτῶν πρὸς τὴν τῶν Λαζῶν ἀνέπλεον χώραν, μίαν μόνην τῶν τριήρεων πρὸς τὰ αὐτῶν ἤθη εἰς δήλωσιν ἀπο λύσαντες. 543 Βασιλεῖ δ' ἐντεῦθεν φροντὶς ἦν πῶς ἂν μετέλθοι τοὺς κατὰ τὴν Καλλίου, ἐπείτοι γε καὶ βοήθεια μὲν ἐκείνοις ἠγγέλλετο πα ραγίνεσθαι, ἠκούετο δὲ καὶ ὡς Πέρσας ἐκ τῆς περαίας καλεῖν βούλοιντο. καὶ οἱ ἀμφὶ τὸν νόθον δὲ τοῦ Θευδερίχου αὐτά δελφον προσδόκιμοι ἦσαν καὶ αὖθις φαίνεσθαι. οὐ μὴν δὲ (30) ἀλλὰ οὐδ' ὁ νέος ἄναξ Μιχαὴλ ἠμέλει, ἀλλὰ καὶ αὐτὸς ἀφεὶς τὴν Ἀδριανοῦ καὶ πρὸς τῷ Παμφύλῳ γενόμενος τοὺς ἀμφὶ τὸν μέγαν ἑταιρειάρχην τὸν ∆ούκαν καὶ τὸν μέγαν τζαούσιον τὸν Οὐμπερτόπουλον καὶ τρίτον τὸν Βοσσίλαν, ἱκανοὺς εἰς πολέμου ἐξάρτυσιν, ἐπὶ τοὺς κατὰ τὴν Καλλίου Ἀμογαβάρους ἐκπέμπει, οἳ δὴ καὶ ἀπὸ Βραγχιαλίου ἐστρατοπεδευμένοι ἕτοιμοι προσβα λεῖν ἦσαν, ἤν που φανεῖεν. οἱ δὲ τῶν ἐντὸς ἀπαλλαγέντες φό βων (οὐδὲ γὰρ οὐδὲ τοὺς περιόντας τῶν σκυλευθέντων ἐντὸς τοῦ φρουρίου εἴων, ἀλλ' ἐν τῷ κατ' αὐτοὺς καράβῳ ἐλεεινὰ φορτία συνάμα τῷ σφετέρῳ νηησάμενοι πλούτῳ εὐφυλάκτως εἶχον) τὴν μάχην αὐτόθεν σοφίζονται, καὶ πλείστην λείαν ἐξελάσαντες ζώων, ὡς ἂν μηδὲν ὑπειδόμενοι τῶν κακῶν, ἄνετον εἴων. τὸ δ' ἦν ἀπάτη· καὶ γὰρ καὶ αὐτοὶ ἱππεῖς τε καὶ πεζοί, ἀγαθοὶ τὴν τῶν 544 ὅπλων ἕξιν καὶ ὡς ἰδεῖν ἀπρόσμαχοι, ἐνεδρεύουσι. τότε γοῦν τὸ μὲν καθαρὸν τῶν Ῥωμαϊκῶν συντάξεων ἐν ὅπλοις ἦσαν καὶ τὸν πόλεμον προσεδόκων, οἱ δὲ πλεῖστοι περὶ τὴν φανεῖσαν λι χνευσάμενοι λείαν ἐξέθεον ἀσυντάκτως. καὶ εὐθὺς οἱ ἐνεδρεύον τες εὐσυντάκτως ἐς ὅτι μάλιστα καὶ πεφυλαγμένως ἀφώρμων. παρ' ἑκάτερα γὰρ ἑνὸς ἵππου δύο πεζοὶ ἐδοχμίαζον, Ἰταλικοῖς τόξοις καθωπλισμένοι· αὐτοὶ δὲ μετὰ πελτῶν καὶ παλτῶν, ἐπι χωρίων δοράτων, ἃ δὴ τὸ παλαιὸν ἄγγωνες ἐκαλοῦντο, τὸν πό λεμον ἀπεθάρρουν. οἳ δὴ συστάντες μάχην ἔστησαν κραταιάν. καὶ πίπτουσι μὲν ἑκατέρωθεν, τέως δ' ἐπὶ τοῦ προτερήματος γί νονται Κατελάνοι, καὶ μέχρι καὶ Μονοκαστάνου τόπον κατατρέ χουσι καὶ φονεύουσιν. ἡ δὲ πύστις ἐπὶ διακοσίοις ἵστα τὸν φό νον, πληγέντων καὶ αὐτῶν ἡγεμόνων. τότε βασιλεὺς ἐκ βασιλι κῶν ἔξωθεν μηνυμάτων μαθὼν τὸ συμβὰν ἤλγησέ τε σφόδρα, καὶ ἐν μεταγνώσει ἦν τοῦ μὴ παντάπασιν μετελθεῖν Γεννουΐτας ἐκείνους, καὶ μισθώμασιν οἷς ἀπῄτουν ἐξικανωσάμενον συμμα χεῖν πείθειν ἐπ' Ἀμογαβάρους, ὡς εἶχον εὐθὺς ὁρμήσαντες, ἀλλ' ὅμως περὶ τὰς δόσεις φειδώ τινα καὶ ὑπερημερίαν ἐνδειξάμενον νῦν ἐπὶ τοῖς ξυμβᾶσιν ἀλγεῖν. ἐκεῖνοι γὰρ ἐν ἓξ χιλιάσιν ἵστων χρυσίου τὸ μίσθωμα ἀπελθεῖν συνόλους καὶ μαχέσασθαι τὴν τα 545 χίστην, τῶν περὶ τὸν Μπυριγέριον ἤδη ἑαλωκότων· βασιλεὺς δὲ πέμπων τῷ μέτρῳ μόνῳ ἐπίστευε συμπληροῦν τὸ τῶν ἀπαιτου μένων ποσόν. ὡς δὲ στήσαντες ἐκεῖνοι ζυγοῖς τὸ διδόμενον ἐδο κίμαζον καὶ πολὺ τὸ ἔλλειμμα ἦν, ἐξωργίζοντο καὶ ἄλλως ἐν με ταμέλῳ πως ὄντες, καὶ ἀντεπέστελλον τοὺς μισθούς. Πάτρο κλος δ' ἦν τὰ ἐλλείμματα πρόφασις· ὡς γὰρ καὶ ταῦτα βασιλεὺς ἐπλήρου καὶ πέμπων ἐξώτρυνεν, οἱ δὲ ἀπὸ τοῦ λόγου τῶν βου λευμάτων κρουσάμενοι ἰδίας προύτεινον ἐμπορίας, καὶ πρὸς αὐ ταῖς ἦσαν εὐθέως, καὶ ἀπηλλάττοντο τὴν ταχίστην. Ὁ δὲ βασιλεὺς τοιαῦτα μαθὼν τοῖς ἰδίοις παρέβαλε τὰ μι σθώματα καὶ τριήρεις ἐξηρτύετο, ἀναπαλαίειν τὴν ἧτταν αἱρού μενος. οὐ γὰρ ἰσχὺς ἐπιλελοίπει τῇ βασιλείᾳ, ἀλλὰ τὸ τῆς ἀρ χῆς τέλειον ἦν, κἂν ἠσθένουν τὰ ὄργανα καὶ ἀτελεῖς αἱ λόγον ἔχουσαι σώματος στρατιωτικαὶ δυνάμεις, τῆς βασιλείας λόγον ἐχούσης ψυχῆς, τῆς ἐπεισπεσούσης αὐταῖς ἐνδείας ἐφαίνοντο· παρ' ἣν αἰτίαν καὶ παρεφέροντο κἀκ μικρᾶς κινήσεως εἶχον σφα δάζειν, κατὰ λόγον νεογνῶν ζώων, ἃ δὴ τελείας οὔσης