1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

182

ὀψίας, καὶ τρίτον τὸ παραθεωρεῖσθαι τὰς θυσίας τὰς μυστικὰς τοῖς ὀψὲ σιτουμέ νοις. ἀγλευκὴς δὲ τοῖς πᾶσιν ἐδόκει καὶ ἄχαρις, τὸ περὶ τοὺς νόμους ἐπιεικὲς μηδ' ὄναρ εἰδώς.

24. Ὁ μέντοι γε βασιλεὺς τῷ δυσχερεῖ πανταχόθεν τῶν πραγμάτων ἀντιπαλαμώμενος πέμπει μὲν τὸν γαμβρὸν αὐτοῦ Κασσιανὸν καὶ ἐξ ἀξιώματος μέγαν πριμικήριον ἀνὰ τὰ μέρη τῆς Μεσοθινίας, ἐφ' ᾧπερ καὶ ὡς ἔχοι ἂν τἀκεῖ καθιστᾶν· ὃς καὶ καιρὸν διατρίψας ἐν τοῖς ἐκεῖ φρουρίοις, ἐπεὶ ἔδοξε τῇ βουλῇ φό ρους ἐκλέγειν ἐκ τῶν κτηματικῶν τοὺς συνήθεις, ἵν' εἶεν οὗτοι τῷ ἐκεῖ στρατιωτικῷ εἰς μισθούς, ἐκεῖνος ἢ καταδημαγωγῶν τὸν λαόν, ἢ καὶ ἄλλο τί οἱ δόξαν, τὸν εἰς τοῦτο πεμφθέντα Βαρ δαλῆν κατασχὼν πολλαῖς ταῖς πληγαῖς ἱμάσσει, καὶ μᾶλλον ὅτι φθάσας Βαρδαλῆς προσήγγειλε βασιλεῖ τὰ χείριστα κατ' ἐκείνου, 619 δεξάμενος τοὺς λόγους παρ' ἄλλου, ὡς κῆδος πρὸς τὸν Πέρσην συνιστᾶν αἱρεῖται καὶ κοινοπραγίαν πρὸς ἐκεῖνον κατὰ τῶν βασι λικῶν πραγμάτων συντίθεται. ταύτῃ τοι καὶ προσταττόμενος ἀπαντᾶν, ὁ δὲ δυσελπιστῶν περὶ οὗ τὴν πρὸς τὸν βασιλέα φέ ρουσαν ἀναβάλλεται. προσεταιρισάμενος δὲ καὶ λαὸν στρατιω τικόν, πέμπων καὶ ζητῶν ἀσφαλείας πίστεις πρὸς βασιλέως, ἄνε τος ἠλᾶτο. ἐπεὶ δὲ τῇ Χηλῇ ἑαυτὸν ἐνεπίστευε καὶ τὰ πιστὰ τῆς ἀσφαλείας ἐκεῖθεν εἶχεν, ὡς ᾤετο, Χηλῖταί τινες κατὰ πόλιν εὑρεθέντες συντάττονται βασιλεῖ ἦ μὴν κατασχεῖν ἐκ δόλου τὸν φυγαδίαν καὶ παραδοῦναι τοῖς ἄξουσιν. ὃ καὶ γίνεται τὴν ταχί στην· ὡς γάρ τις τῶν εὐνούχων ἐπὶ τούτῳ ἐπέμπετο, αὐτὸς μὲν ὑπὸ τῶν καταστρωμάτων τῆς νηὸς ἐκρύπτετο, ἐκεῖνοι δὲ ἅτε συνήθεις εἰσελθόντες τὸ φρούριον κοινοῦνται τὸν λόγον κρυφη δὸν καὶ τοῖς ἄλλοις, καὶ μεσούσης ἡμέρας μετὰ δεῖπνον ἐπιστάν τες ἅμα, τῶν συντηρούντων διεσπαρμένων, περισχόντες δε σμοῦσι καὶ ἅμα παρὰ τὸν βασιλέα φέρουσι δέσμιον. βασιλεὺς δὲ πρὸς ἐκεῖνον μηδὲν ἀξιώσας εἰπεῖν, συνάμα τῷ Κοτανίτζῃ τοῦτον 620 καθείργνυσιν, ἐπεὶ ἔφθασεν ἐκεῖνος γράψας πρὸς τὸν ἴδιον συμ πένθερον τὸν ἐπὶ τοῦ κανικλείου, ὁμοίαν ἀποστασίαν καὶ τὴν αὐτὴν τῷ Κοτανίτζῃ, εἰ μὴ συμπαθοῖτο, προσαπειλούμενος. καὶ ἔδοξε μὲν τότε ζημιωθεὶς ὁ κρατῶν τῶν στρατηγῶν τὸν κρά τιστον, ὅμως γε μέντοι φροντίζων οὐκ ἀνίει οὐδ' ἐς βραχὺ πῶς ἂν διοικοίη τὰ καθ' ἑαυτὸν οὕτω πονήρως ἔχοντα.

25. Ἔνθεν τοι καὶ πρὸς μὲν τοὺς ἑῴους Ἴβηρας πρεσβείαν στείλασθαι κατὰ συμμαχίαν ἐκ πλείστου διανοούμενος, πέμπει τοὺς συγκαλέσοντας, ἐπεὶ κἀκεῖνοι ἕτοιμοι ἀπαντᾶν ἦσαν ἀμισθὶ καὶ ἐπὶ μόνοις ἵπποις καὶ δαπάναις ταῖς ἀρκούσαις προσαμύνειν τοῖς Ῥωμαίων πράγμασιν. ὅθεν καὶ μετ' οὐ πολὺ Χατζίκης τις τῶν τῆς Ἰβηρίας μεγιστάνων προσελθὼν βασιλεῖ ἐφ' ᾧπερ καὶ τὴν πρὸς Ῥωμαίους καταστήσαιτο κοινοπραγίαν, ἐπείπερ οὐ συνέβαινον σφίσιν αἱ συμφωνίαι, ἄπρακτος ὑποστρέφει. τὸ δὲ πρὸς τὸν Χαρμπαντᾶν κῆδος καὶ λίαν ἐξητοιμάζετο. καὶ τὰ τῆς Νικαίας μέρη κακούμενα πυνθανόμενος, τὴν οἰκείαν αὐτα δέλφην Μαρίαν, τὴν καὶ δέσποιναν τῶν Μουγουλίων θρυλλου μένην, συνάμα λαῷ τῷ ἀρκοῦντι πέμπει πρὸς Νίκαιαν. ἀπήγ γειλε δὲ καὶ αὐτὴν καθημένην τῇδε καθιστάνειν τὸ πρὸς τὸν 621 Χαρμπαντᾶν κῆδος καὶ τὰ τῶν Περσῶν δουλαγωγεῖν ὡς οἷόν τε πράγματα. 26. Οὐ μὴν δὲ καὶ οἱ ἀνὰ τὴν δύσιν Τοῦρκοι τὸ παράπαν ἠμέλουν, ἀλλὰ τὸν τοῦ Γάνου κυριεύσαντες τόπον καὶ τὸ τοῦ ἁγίου Ἠλιοῦ περικαθίζουσι φρούριον, καὶ τοὺς κατ' αὐτοὺς οὐ λαμοὺς δίχα τεμόντες ἐκεῖ τοὺς ἐντὸς ἐκάκουν, ἕως οὗ συντακέν τες ἐκεῖνοι τῇ πολυημέρῳ λειψυδρίᾳ, ὡς καὶ τὰ φύλλα τῶν δέν δρων λείχειν καὶ θύοντες ζῶα ἀπορροφᾶν τοῦ αἵματος ἐπὶ πλεί σταις ἡμέραις, πολλοὺς δὲ καὶ ἀποθανεῖν, ἔγνωσαν ἑαυτοὺς προ διδόναι καὶ φρούριον. πλὴν οὐκ ἐθάρρουν τοῖς Πέρσαις διὰ τὴν ἀλλοτρίωσιν τοῦ σεβάσματος, καὶ πέμψαντες Ῥομοφόρτον ἐπε καλοῦντο. καὶ ὃς παρῆν, καὶ βίᾳ μὲν μόλις δ' ὅμως οἱ περὶ αὐτὸν τὸ Περσικὸν ἐξελάσαντες, τὰ πολλὰ δικαιολογούμενον πρὸς αὐτούς, καθ' ὁμολογίας