1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

168

ἐφισταμένους ἀμύντορας, ἔπειτα ἐπίκλημ' ὅ τι τύχοι προ βεβλημένους ἐχθρῶν καθίστασθαι τὰ πικρότατα; εἰ δὲ καὶ μι σθοφορίας, ὡς πέπυσμαι, προτενεῖτε, αἰδὼς καὶ μόνον τὸ λέ γειν. τίνων σπουδασμάτων χάριν καὶ πόνων; καλά γε ἐς Ῥω μαίους, καλὰ καὶ δίκαια μεγάλους ἐφέλκειν μισθούς. τὸ πράτ τειν γοῦν ταῦτα ὁμολογοῦντες ἐχθρῶδες εἶναι τοὺς ὑπὲρ τούτων μισθοὺς ὡς σύμμαχοι ἀπαιτήσετε; καὶ ποίαν ἄρα ἀγνωμοσύνης οὐχ ὑπερβαλεῖσθε ὑπερβολήν; ἃ γὰρ ὑπὲρ Ῥωμαίων πεπρᾶχθαι σφίσιν ἡμῖν ἔδοξε, καὶ ὑπὲρ τὸ δίκαιον ἔμμισθ' ἂν εὕροιτ' ἂν σκοπούμενοι· τὰ δὲ κατ' αὐτῶν πεπραγμένα τόσον ἐφέλκειν μι σθοὺς δίκαιά εἰσιν ὅσα καὶ δίκας αὐτῶν ὑποσχεῖν δίκαιοι ἂν λο γισθείητε. χρεὼν οὖν ἐντελεχέστατα βουλευσαμένοις ὅπῃ δοκεῖ ποιητέα εἶναι, ταῦθ' ἑλέσθαι, ὡς ἡμῖν γε τὸ ἀπὸ τοῦδε λόγος 572 οὐδεὶς πρὸς ὑμᾶς, ἤν πῄ γε ἄλλως ἢ ὡς ἡμῖν ἁνδάνῃ γνοίητε." οἱ μὲν οὖν πρέσβεις τοσαῦτα εἶπον, ἐκεῖνοι δὲ τοὺς λόγους ἐνδε ξάμενοι οὐδὲν ὅ τι πρὸς εἰρηνικὰς ἐδόκει σπονδὰς ὑπεκρίνοντο, ἀλλὰ πλήρεις κορύζης Ἰταλικῆς λόγους ἐξέφερον. καὶ τέλος "ἢν βουλομένῳ βασιλεῖ εἴη" ἔφασκον "ἐνσπόνδους ἡμᾶς ἀπαλλάσ σεσθαι, παρεκτέα μὲν τοὺς μισθοὺς ὧν δεδουλεύκαμεν, ἀπολυ τέα δὲ καὶ τοὺς ἡμετέρους, τούς τ' ἀλλαχοῦ καὶ τοὺς κατὰ πό λιν, αὐτούς τε καὶ νῆας, Γεννουΐτας πείσαντι, ἐξωνητέα δὲ καὶ τοὺς ἵππους τιμῆς δικαίας, ἔτι δὲ καὶ τὰ ἀνὰ χεῖρας σκῦλα καὶ αἰχμαλώτους. καὶ οὕτως ἀφέντες ὑμῖν πολεμεῖν τὴν ταχίστην ἀπαλλαξόμεθα. ὡς ἡμῖν μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλ λάττεσθαι, ἢν αἵρεσις ἀμφοῖν κέηται, αἰδὼς καὶ πόνος οὐχὶ μι κρός." ταῦτ' εἰπόντες, καὶ τὴν πρεσβείαν ἐξ αὐτῆς ἀποπέμ ψαντες, ἐρασταὶ πραγμάτων ἀτόπων ἐκτόπως ἦσαν.

3. Ξυνηνέχθη δὲ καί τι ἐπὶ τῷ σφῶν ἐς μάλιστα ἀγαθῷ, ὃ καὶ αὐτίκα ὡς λέξων ἔρχομαι. οἱ μὲν οὖν μετ' αὐτῶν Πέρσαι μερῖται τῶν σκύλων ἐκείνοις γενόμενοι τῆς ἴσης ἠτέμβοντο καὶ παρὰ δύο ἓν λαμβάνειν ἐδικαιοῦντο, τὰς ἐπ' ἴσων ἐν πᾶσι μερί δας τὰ συγκείμενα ἔχοντες. Ἰταλοὶ δὲ ἱππεῖς σφᾶς αὐτοὺς παρὰ 573 πεζοὺς ἐκείνους τοὺς πλείστους συνέκρινον, καὶ ἄλλ' ἄττα δι καιολογούμενοι, δεινὰ ποιούντων ἐκείνων εἰ τῶν ἴσων στεροῖντο, ἠμέλουν ἐς ἄγαν. ὅθεν καί τισιν ἐκείνων ἀντιπερᾶν ἐδόκει, καὶ τῶν τινὶ Ῥωμαίων προστυχόντες ἐν ῥηταῖς ὁμολογίαις καὶ ὅρκοις συνεφώνουν αὐτοὶ μὲν διδόναι ἄξιον τὸ πορθμεῖον, ἐκεῖνος δὲ ἀκακουργήτως διαπερᾶν. ἀλλ' ἐκ τοῦ αἰφνηδὸν περαιουμένοις ὁ Ἀνδρέας Μουρίσκος ἐφίσταται, καὶ μέσον τοῦ πορθμοῦ προστυ χὼν τοὺς μὲν Ῥωμαίους περιποιεῖται, Πέρσας δὲ ὡς ἂν μὴ ὢν αὐτὸς ἐπώμοτος ἔργον μαχαίρας ποιεῖται. τοῦτο γνωσθὲν Πέρ σαις τῆς ἐπὶ τὰ οἰκεῖα ἤθη ἀφίξεως καὶ λίαν ἀνείργει, καὶ οὕτως ἐσαῦθις πρὸς Ἰταλοὺς κλίναντες σὺν αὐτοῖς τὰς Θρᾳκικὰς κατα τρέχουσι χώρας. ἀλλ' ὁ μὲν Μουρίσκος βασιλεῖ παραγεγονώς, ἅμα δὲ καὶ τῶν τριήρεων τῆς ἐπὶ τῷ πορθμῷ ἀσχολίας ἀπαλλα γεισῶν, ἐκεῖνος μὲν τὴν τοῦ ἀμηραλῆ ἀξίαν παρὰ τοῦ κρατοῦν τος λαμβάνει· Ἰταλοὶ δὲ καὶ Πέρσαι, ἐπεὶ οὐδεμία τῶν βασι λικῶν τριήρεων ἐκεῖσέ πῃ προσεκώχευε, τὰ πιστὰ ἐπὶ τῷ φρου ρίῳ τῷ τῆς Καλλίου σχόντες, ὀλίγους τινὰς κατὰ φυλακὴν ἀφέν τες ὅλαις ὁρμαῖς τὰ προστυγχάνοντα ἐξεληΐζοντο, ἄνδρας κτεί νοντες, τὰς δ' ἐν ἡλικίᾳ γυναῖκας καὶ παῖδας ἀνοικτὶ ἐξανδραπο 574 διζόμενοι καὶ χρήματα μυρία συλλέγοντες, ζώων αὐτῶν καὶ τῶν εὐώνων πραγμάτων παρορωμένων. λήϊα δὲ καὶ θημονίαι μυ ρίαι, τὰ μὲν παρηβηκυίαις ἔφριττον ταῖς ἀθέραις, αἱ δὲ ἀτη μελημέναι κείμεναι καθωρῶντο.

4. Οὐ μὴν δὲ καὶ Ἀλανοῖς ἑτέρωθεν, ἔτι δὲ καὶ τοῖς ἐξ ὑπογύου Χριστιανοῖς Τουρκοπούλοις, οἳ δὴ καὶ οὐ πολλῷ πρό τερον χρόνῳ ἐκ τῶν βορείων βασιλεῖ προσεφοίτησαν, οὐδ' αὐ τοῖς ἀλώβητον διετηρεῖτο τὸ ἔνσπονδον, ἀλλὰ μίαν μὲν εἶχον τὴν γνώμην ἀποστατοῦντες, ἑκάτεροι δὲ τὰ ὀχυρώτατα κατασχόντες, οὐδὲν ὅπερ οὐ καταθέοντες ἐξηφάνιζον. καὶ οἱ μὲν Τουρκόπου λοι ἄλλῃ πῃ ὠχύρουν τὰς μετοικίας, ὁπόθεν ὡς ἐξ ὁρμητηρίου ἐκθέοντες δεινὰ Ῥωμαίους εἰργάζοντο· Ἀλανοῖς