1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

49

τοῦτον τοῖς αὐτοῖς ἐνέχεσθαι καταγνωσθέντα, ὀνειδισμοῖς τε καὶ προπηλακισμοῖς ἔβαλλε, καὶ "τί παθόντες, ὦ οὗτοι," παρού σης καὶ πάσης τῆς συγκλήτου ἐβόα, "καὶ κακῶν κάκιστοι, αὐ τοὶ τοσαῦτ' ἔχοντες ἀγαθὰ παρ' ἐμοῦ, τὸ εἰς ἀναβολὰς ὀφθῆναι πρὸς τὸν εὐεργέτην κακοὶ οὔμενουν θέσθαι προεθυμήθητε, ἀλλ' ἐξ αὐτῆς ὁ μὲν δεσπότου καὶ αὐταδέλφου, ὁ δὲ πρότερον μὲν 161 αἰτίου τοῦ καὶ ἔτι βλέπειν τὸν ἥλιον, ὕστερον δὲ καὶ εὐεργέτου, τοιαῦτα καταμεμελετηκότες ἐλέγχεσθε;" τοῖς δ' ἀρνουμένοις πάμπαν καὶ τοὺς ἐλέγχους ζητοῦσιν εὐθὺς οἱ κατειπόντες παρί σταντο, καὶ ὡς ἦν ἐκείνοις ἰσχὺς ἅμα καὶ εἰς σπουδὴν πρόθεσις, ἤλεγχον. αὐτίκα τοίνυν, οἷα φιλεῖ ἐπὶ τοιούτοις γίνεσθαι, θροῦς ἦν τῶν μὲν ἐκπληττομένων τῶν δὲ καὶ στυγούντων, ἄλλων δὲ καὶ πλέον τοῦ εἰκότος κατά τινα θεραπείαν παρακεκινημένων καὶ λέγειν καὶ πράττειν. τέλος τοὺς μὲν τὰς ἐκείνων οἰκίας πολυόλ βους οὔσας, καὶ μᾶλλον τὴν τοῦ πορφυρογεννήτου, καθέξοντας ἀποστέλλει, αὐτοὺς δὲ τὸν μὲν φυλακαῖς ἐδίδου, τὸν δ' ἀδελφὸν συγκλείσας ἑνὶ τῶν κατὰ τὰ παλάτια βασιλικῶν οἰκημάτων ἐν ἀσφαλεῖ καθείργνυσι. προνοίας δ' ἐκείνας καὶ ἀγέλας καὶ ἀπο θήκας παντοίων εἰδῶν καὶ χρυσόν, τὸν μὲν ἐν νομίσμασι κεκομ μένον τὸν δ' ἐν ἐκπώμασιν εἰργασμένον, καὶ ἄργυρον καὶ πέπλα παντοδαπὰ τῷ κοινῷ ταμιείῳ προσανετίθεντο, καὶ ἡ χλιδὴ ἐκείνη καὶ περιφάνεια μιᾶς ὥρας σκηνὴ καὶ παίγνιον ἦν. καὶ θαῦμα ἦν τοῖς ὁρῶσιν ὄγκος τοσοῦτος τρυφῆς καὶ οἰκίας τοιαύτης φιλο τιμία, μηδ' αὐτῆς βασιλείου κατὰ πολὺ λειπομένης, πῶς ἐν ἀκαρεῖ εἰς τὸ μηδὲν κατήντησε, καὶ τὰ λαμπρὰ ἐκεῖνα καὶ τέως 162 περίπυστα πνευσάσης δυσχεροῦς καὶ τελχινώδους αὔρας κα τέσβεστο. Καὶ ταῦτ' ἐπράττετο Κρονίου μηνός, ὅτε καὶ πολλοῖς μὲν τῶν τοῦ παλατίου οὐκ ὀλίγοις δὲ καὶ τῶν τῆς ἐκκλησίας ἀσυνθε σίας πρὸς βασιλέα ἔγκλημα δι' ἐκεῖνον ὡς δῆθεν βασιλειῶντα ἐφῆπται. ἦν γὰρ ταῖς ἀληθείαις ὁ ἀνὴρ ἐς ἄκρον φιλοδωρότα τος, καὶ πολλοὺς συνυπήγετο τοῖς φιλοφρονήμασιν, ὥστε καὶ ἀγαπᾶν εὐεργετουμένους, οὐ μὴν δὲ ὥστε καὶ συνειδέναι οἱ ἢ δὴ συμβούλεσθαι ἃ δὴ ἐκεῖνος εἰδὼς καὶ βουλόμενον, ὡς οἱ κατ' ἐκείνου λέγοντες δεικνύειν εἶχον, ἐξηλέγχετο. τοῖς οὖν τοῦ παλα τίου πολλοῖς τισὶν οὖσι τοῖς παρ' ἐκείνου εὐεργετουμένοις συν εγνωμόνει ὁ βασιλεύς, ὑπὲρ ἀξίαν μὲν τοῦ διδόντος, ἄξια δὲ τοῖς λαμβάνουσι τὰ διδόμενα κρίνων. ἐκεῖνον μὲν γὰρ ἀδελφὸν βασιλέως ὄντα τοσούτοις δωρεῖσθαι ὅσοις μηδὲ βασιλέα σχεδὸν εἰκὸς ἦν αἰτίας ἐποιεῖτο δῆθεν· τοὺς δέ γε λαμβάνοντας μεγι στᾶνας ὄντας, εἰ καὶ ὑπὲρ τὸ μέτρον ἐλάμβανον, ἀλλ' οὖν δι καίους εἶναι τοιαῦτα καὶ τόσα λαμβάνειν ὑποκατακλινομένους ἐκείνῳ ἐκ τῶν εἰκότων ἐδικαίου. τοῖς δὲ τῆς ἐκκλησίας μὴ ὅπως τοῖς ἐξ ἐκείνου εὐεργετηθεῖσιν ἀλλὰ καὶ ξύμπασιν αἰτίας ὁ Σάβας ἐπειλημμένος εὐσχήμονας, ὡς δῆθεν κατ' ἐκείνων καὶ ὑπὲρ βα 163 σιλέως ζηλῶν, καὶ πρὸ τοῦ τοῖς πᾶσι κακοποιός, ἀνέδην τε δύσνους ὠνόμαζε (20) καὶ διιὼν ταῖς οἰκονομίαις ἐκείνων ἐπέ χρα, παρακατέχων καὶ ἀπαιτῶν τὰς προσόδους ὡς ἂν ἐκείνων καθωσιωμένων. ἅπερ τοῖς κληρικοῖς μανθάνουσι πόνος ἦν, οὐ μὴν δὲ ὥστε καὶ ἀποφυγεῖν τὴν κατηγορίαν δύνασθαι. ὃ δὴ καὶ πλέον τούτους τοῦ στέρεσθαι τῶν οἰκείων ὠδύνα, καὶ οὐκ εἶχον τὴν κατηγορίαν διαθέσθαι καὶ ἐν μετρίοις ποιήσασθαι. ὃ δὴ καὶ μεγάλως τοὺς τοιούτους ἐκύμηνε, καὶ οὐκ εἶχον ὅ τι καὶ πρά ξειαν, καὶ ὡς ἄν γε τῇ λύπῃ καθοσιώσαντες ἑαυτοὺς ἐν ἀπόρῳ ἦσαν. τέλος ἀποφυγὴν μίαν ἔγνωσαν τῆς κακίας τὴν πρὸς τὸν πατριάρχην καταφυγήν, ὡς αὐτίκα τῷ μαθεῖν ἐν δεινῷ ποιησο μένου κἀκείνου τὴν κατὰ τῆς ἐκκλησίας διαβολήν. ἐλθόντος τοι γαροῦν καὶ τοῦ Σάβα συνελθόντες ἐνεκάλουν τὸ πάθος, καὶ ὡς οὐκ ἀνεκτὴν ἐτραγῴδουν τὴν συμφοράν, καὶ "τί παθών, ὦ οὗ τος," ἔλεγον παρόντος κἀκείνου, "τοιούτοις τοὺς τοῦ κλήρου περιβάλλεις δεινοῖς; δέον τὸν μὲν ἐπ' αἰτίαν κείμενον κρίνεσθαι, τοὺς δὲ λοιποὺς ἀθώους τοῦ ἄγους μένειν." τοῦ δὲ μηδὲν ἀπο 164 λογουμένου τῶν ἐς λόγον κειμένων, ἀλλὰ κύκλῳ περιβαλλομένου αἰτίας μηδὲν