1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

16

τὰς τοῦ Ἰωσὴφ προσ τιμήσεις. ἐπέφωσκεν ἡ δευτέρα, καὶ τοῖς μὲν τοῦ πατριάρχου ὁ ναὸς ἀνεῖτο, τοῖς δέ γε κληρικοῖς ἄβατον τὸ τέμενος ἦν. ἐπέ στη ἡ τρίτη, καὶ τὰ αὐτὰ διεπράττετο. ὡς δ' ἡ τετάρτη παρῆν καὶ ἤδη συγχωρεῖν ἔμελλον σφίσιν, ἐπεὶ οὐκ ἦν συμφωνεῖν ἐκεί νους ἐπὶ τοῖς δόξασιν ἀλλ' ἀμφεγνωμόνουν ἐπὶ πολύ, ὡς καὶ παρελθεῖν τὴν τῆς προηγιασμένης τελετῆς ὥραν, μόλις στήσαν τες ἐφ' ἑκάτερα ὄχλον ἄλλως καὶ πλῆθος δοκοῦν ἐν ζηλωταῖς ἀριθμεῖσθαι, μέσον ἐκείνων παρὰ θάτερα τῶν ὡραίων πυλώνων παρεῖχον τοὺς τῆς ἐκκλησίας διερχομένους προσπίπτειν καὶ συγ γνώμην αἰτεῖν καὶ οὕτως ἀξίους νομίζεσθαι τῆς συνεκκλησιάσεως. 48 ἅμα γοῦν τὰ τῶν ἑσπερίων ὕμνων ὑπὸ σκότῳ τελέσαντες, παρι δόντες τὴν λειτουργίαν, οὐκ οἶδα διὰ τὸν καιρὸν μὴ ἐκχωροῦντα ἢ μᾶλλον διὰ τὸ μὴ δικαιοῦν ἔτι ἁγιασθῆναι τοὺς συγχωρηθέντας τῷ ἱερῷ κλάσματι, ὡς ἡ ὑστεραία ἔδειξεν, ἐπ' οἴκου ἀπελύετο ἕκαστος. ὡς δὲ τῆς ἱερᾶς καὶ μεγάλης πέμπτης ἐτελεῖτο ἡ λει τουργία καὶ αὐτοὶ συμπαρῆσαν, ἐκεῖνοι θέλοντες σφίσι παραλο γίσασθαι τὸν ἁγιασμόν, πέμψαντες κρυφηδὸν ἐξ ἀγορᾶς λαμβά νουσιν ἄρτον, καὶ κλάσαντες εἰς λεπτὰ μηδὲν εἰδόσι μετεδίδουν ὡς ἱεροῦ ἄρτου κλασμάτων, ὃ δὴ καὶ γνωσθὲν ὕστερον οὐκ εἶχον ὅ τι ἐξ ὑπερτέρας ἀνίας καὶ γένοιντο. ὅμως δὲ πρὸς τὰ ἐσαῦθις ἐλπιζόμενα οἰστὸν κἀκεῖνο ἐδόκει, καὶ φέροντες τὰ τῶν κακῶν προσεδόκων μείζω, οὐ τόσον τοῖς παροῦσι διὰ τὴν πεῖραν ὅσον τοῖς προσδοκωμένοις διὰ τὴν ἐλπίδα ἐξανιώμενοι. τὸ γὰρ παρὸν λυπηρόν, ἐπιστὰν ἀνθρώποις φύσιν ἔχουσι φέρειν καὶ τὰ ἀνύποι στα, λυπεῖ μὲν ὡς εἰκὸς καὶ ἀνιᾷ τὸν πειρασθέντα τῶν δυσχε ρῶν, τῇ δὲ παρὰ τῶν πολλῶν παραμυθίᾳ ἐκλύεσθαι πέφυκεν· ἐλπιζόμενον δὲ δυσδιάθετον τὴν φροντίδα τῷ πεισομένῳ παρέχει. 49 ταῦτ' ἄρα κἀκείνοις τὸ παρὸν τῶν κακῶν ὡς ἐνῆν φέρουσι δεινὴν ἐλπίδα τὸ ἐπελευσόμενον ἦγε, καὶ οἰστὸν ἐδόκει τὸ ἐπιστὰν πρὸς τὴν ἐλπίδα τοῦ μέλλοντος λυπηροῦ. Ἦν ταῦτα, καὶ ἡ κυρία ἐπέστη τῶν ἑορτῶν, καθ' ἣν ἔδει καὶ συνδεῖσθαι τοὺς τῆς ἐκκλησίας, Χριστιανούς γε ὄντας, ἀγά πης φιλήματι. καὶ δὴ προσεκαλοῦντο μὲν ἀρχιερεῖς προσεκα λοῦντο δὲ κληρικοί, καὶ τῆς ἐπὶ τῇ πρώτῃ καὶ κυρίᾳ δευτέρας συναχθέντες ἅμα φιλήμασιν ἁγίοις, ὡς ἥ τε ἡμέρα παρῄνει καὶ τὸ χρεὼν ἤπειγε, τὴν πρὸς ἀλλήλους συνίστων ἀγάπην.

(16) ἦν δὲ ἄρα γέλως καὶ εἰρωνεία τὸ τότε πραχθέν, ὃ δὴ καὶ ἀστὴρ ὃν Κρόνον οἱ περὶ ταῦτα δεινοὶ λέγουσι παρεδείκνυ, ἵνα μὴ λέγω καὶ τὸ καθ' ὕπνους δόξαν τινὶ τῶν ἀρχιερέων, ὡς ἅμα καθεζομένων ἁπάντων ἐν συνόδῳ μείζονι συντετρῖφθαι μὲν ἐξαίφνης τὸν μακρὸν θρόνον ἐκεῖνον, ἅμα δὲ πάντας κατὰ γῆς ἀσχημόνως ἐρρῖφθαι, καὶ οὕτω κεῖσθαι ἕλκοντας τὸν ἀπὸ πολ λῶν ἔλεον. ἀλλ' οἷον τὸ τοῦ ἀστέρος. μεσούσης γὰρ ἡμέρας, τοῦ ἡλίου λάμποντος, μηνὸς Βοηδρομιῶνος ἱσταμένου, ὅτε τὴν ἐαρινὴν τροπὴν παρελαύνων ἥλιος καθαρώτερος ἢ πρότερον δεί κνυται τῶν χειμερινῶν νεφῶν διαλυομένων, κατ' οὐρανὸν μέσον ἐπέφωσκε στίλβων, εἰ καὶ μὴ στίλβειν οἱ πλανῆται διὰ τὸ ἐγγὺς εἶναι λέγονται· ἀλλ' ὅμως ἐκεῖνος, τοῦτο μὲν τῆς κατ' αὐτὸν 50 σφαίρας ὑψώματι τοῦτο δὲ καὶ τῷ τὰς τοῦ ἡλίου ἀκτῖνας δεχομέ νους τοὺς ὀφθαλμοὺς τῷ κατ' αὐτὰς ἀρρωστεῖν περιχύματι, εἴ περ καὶ ἐξ ἀτονίας τὸ στίλβειν, καθ' ὅσον ἦν ἔστιλβεν. οἱ μὲν οὖν ἐν ἀγαθοῖς ἔταττον τὸ σημεῖον· περιλάμψαι γὰρ σφίσι τὸ τῶν ἀγαθῶν φῶς μέλλειν καὶ πᾶν σκοτῶδες καὶ ἀμαυρὸν ἀπελα θῆναι τῇ τοῦ πατριαρχεύσαντος παρουσίᾳ. λόγιοι δὲ ἀνδρῶν μεγίστων ἀφανισμὸν καὶ τῆς κατὰ σφᾶς τιμῆς φθορὰν ἐνενόουν, κρείττω μαντευόμενοι· τὸ γὰρ ἀστέρος ὕψωμα τῷ μεγαλείῳ τῶν ἀνδρῶν παραβάλλοντες τὸ κρονικὸν καὶ ψυχρὸν αὐτοῖς ἐνετίθουν, ὡς πηχθησομένοις τῷ κρύει τῶν συμφορῶν, ὃ δὴ κατὰ πόδας ἠκολούθει.

17. Τῆς γὰρ δευτέρας ἑβδομάδος μετὰ τὴν ἀναστάσιμον, ἣν δὴ καὶ διακινήσιμον λέγουσιν, ἐκτίθεται μὲν δόγμα βασίλειον, κατασκευάζεται δὲ ὁ τέως μοναχὸς Ἀθανάσιος εἰς ἀρχιερέα Ἀνδρόνικον, τάττεται δὲ καὶ γράφεται ὁ Σάρδεων