1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

190

περιποιούμε νοι τὴν τιμήν. ἀληθὲς δὲ ὑπ' ὀλίγον ἠμελήσαμεν. καὶ ἡ αἰτία οὐκ ἀφ' ἡμῶν. ἐπειδὴ ἐπέστη ἡ ἁγιωσύνη σου, ὥσπερ ἂν μὴ εἶχεν ἡ ἐκκλησία κλῆρον, οὕτως ἤρξω πρὸς ἡμᾶς διατίθεσθαι, μὴ φροντίζων ἡμῶν τὸ σύνολον, μήτε μείζονος μήτε ἐλάττονος. καὶ πρὸς τοιαύτην ἀκυβερνησίαν τὰ πολλὰ τῆς προσεδρείας κατη μελήσαμεν, ὅτι οὐκ ὀφφίκιον ἐνηργεῖτο, οὐδὲ ἄλλο τι, ἢ πρόσο δος ἢ τιμὴ ἢ ζωή, ἐκεῖθεν ἐφαίνετο. διὰ τοῦτο προσεδράμομεν εἰς τὸν κοινὸν εὐεργέτην ἡμῶν τὸν βασιλέα τὸν ἅγιον. καὶ ὁπό θεν ἐνεποδίσθη ἡ ἀπεκεῖθεν εὐεργεσία ὁ θεὸς οἶδεν. ὅμως διε 646 τάξω διδόναι τὸ ἥμισυ τῆς ῥόγας. καὶ ὁ βασιλεὺς ὀλίγον εἶναι διέκρινεν. ἀλλὰ τί κἂν τοῦτο γίνεται; ἢ ἐν λόγῳ τινί ἐσμεν ἢ ἐν τιμῇ; ὁπόσην δὲ κακοπάθειαν ἔχομεν, ὁ θεὸς μαρτυρήσει καὶ οἱ ἐλεοῦντες ἡμᾶς. εἶτα τί ἔδοξε τῇ ἁγιωσύνῃ σου ἡμᾶς ἐπισκέψασθαι, καὶ τοῦτο μετὰ πικρίας; ὀνειδιζόμεθα γὰρ ὡς καιροσκοποῦντες Μαρτίους καὶ Σεπτεμβρίους. καὶ ἐπὶ τούτοις ἡ θρυλλουμένη δόσις τὰ ἓξ ὑπέρπυρα ἢ καὶ ὀκτώ. αἲ αἴ, δέσπο τα, τί πρὸς ταῦτα διανοεῖται ἡ ἁγιωσύνη σου; θαῦμα μὰ τὴν ἀλήθειαν, ὅπερ εἰς ἡμᾶς διαπράττει. ὅτε καιρὸς δόσεως, ἡ ἀνάγκη τῶν πραγμάτων, ἡ βία καὶ τὸ δυσχερὲς τοῦ καιροῦ. καμνέτωσαν, ταλαιπωρείτωσαν· κοινὴ γὰρ ἡ δυσχέρεια. ὅτε δὲ καιρὸς δουλείας, ἀπαιτεῖς ἡμᾶς οὕτως δουλείαν ὥσπερ εἰ εἴχομεν ἱκανῶς τῶν οἰκονομιῶν ἡμῶν. ὅταν δὲ ἀπαντήσωμεν εἰς τὸν ναὸν τοῦ θεοῦ, πρῶτον ἀμειδὲς ἦθος καὶ ἀπροσήγορον λαμβάνο μεν. τέως δὲ εὐχὴ ἀνεθῆναι τῶν δυσχερῶν καὶ τὸν ἅγιον βασι λέα ἡμῶν. καὶ τότε ἀναδραμούμεθα πρὸς τὸ θεῖον κράτος αὐ τοῦ, καὶ ὅπερ ἂν νεύσῃ ἡ ἁγία ψυχὴ τῆς βασιλείας αὐτοῦ, τοῦτο καὶ γενήσεται· εἰ δὲ καὶ οὕτως ὁρίσῃ δουλεύειν ἡμᾶς, οἱ κατα δεξάμενοι προσκυνήσουσιν. ἡμεῖς δὲ πλέον οὐκ ἔχομεν λέγειν πρὸς τὴν σὴν ἁγιότητα, εἰ μὴ ὅτι ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ 647 ἐγεννήθημεν καὶ ἐτράφημεν καὶ ἐγηράσαμεν, καὶ ἐν τῇ ἐκκλησίᾳ πά λιν μενοῦμεν καὶ κατὰ τὸ δυνατὸν ἡμῖν δουλεύσομεν. ἡ δὲ σὴ ἁγιω σύνη οἶδεν ὅ τι ποιεῖ, ὅτι καὶ ἐὰν καί τι ἐναπολειφθὲν ᾖ τῶν ἡμετέ ρων οἰκονομιῶν ἀπὸ τῶν ἐχθρῶν, καὶ αὐτὸ περισυνάγει ὁ τῶν σῶν δικαίων ἔφορος. καὶ τοῦτο καλόν; πλὴν δὲ τοῦτο μόνον παρακα λοῦμεν, ὅτι ἐπεὶ τὰς σὰς γραφὰς τὰς πρὸς ἡμᾶς συνοδικῶς προσ τάττεις ἀναγινώσκεσθαι, καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ ἡγούμενοι ἐπι ψηφίζονται ἡμῖν τὰ ἀρεστὰ τῇ ἁγιωσύνῃ σου, ἵνα ἀναγνωσθῇ καὶ αὕτη ἡ γραφὴ ἡμῶν, καὶ ὅ τι ἂν διακρίνωσιν ὡς Χριστια νοί. καὶ ἄλλο πιέζει ἡμᾶς δεινότερον, τὸ ἐπὶ τοσούτοις χρόνοις ἀπροβιβάστους διαμένειν ἡμᾶς. ἔδοξε τοῦτο ὑμῖν, καὶ ἔστω. ὅπου ἡ ζημία πίπτει, ὁ συνετὸς οἶδεν. τὸ δὲ καὶ τῶν προσόδων τῶν ὀφφικίων ἡμῶν στερεῖσθαι καὶ ἀπὸ λιμοῦ ἀποθνήσκειν, ποῖος κανὼν τῆς ἐκκλησίας ἢ ποία τῶν πατέρων πρᾶξις ἢ ποῖα δικαιώ ματα δίδωσιν; ὅμως ἔστω καὶ τοῦτο. πλὴν ἵνα μὴ αὐτοφόνται γενώμεθα, τὰς τῶν Χριστιανῶν περιθρεξόμεθα θύρας καὶ ἀπαι τήσομεν, καὶ μολοβροί, οἴμοι, οἱ τῆς ἐκκλησίας τρόφιμοι ἐκ τῶν Χριστιανῶν θυρῶν τραφησόμεθα, πλατεῖ τῷ στόματι ἐκ τραγῳδοῦντες, ὡς εἰκός, τὰ ἡμέτερα. παρακαλοῦμεν ἡσυχά ζοντες. καὶ μὴ ἐκ τῶν σῶν γραφῶν παροτρυνώμεθα, καὶ ταῦτ' ἀδικούμενοι. τέως δὲ δουλεύειν μὲν μέλλομεν κατὰ δύναμιν, 648 τὸν δὲ μισθὸν ἡμῶν θαρροῦμεν ὡς, εἰ θεὸς θέλοι, οὐκ ἀπολέ σομεν, κἂν κάλαμον συντετριμμένον κατεάγειν οὐκ ἀποκνεῖς καὶ τοῦ καιροῦ δριμύτερος γίνεσθαι. ἐχρῆν δὲ οὐχ οὕτω τοῦ ἀγα θοῦ καὶ φιλανθρώπου πιστευόμενον πνεύματος. ταῦτα ἡμεῖς βια σθέντες εἴπομεν, πλὴν ὡς Ῥωμαῖοι καὶ ἐν Χριστῷ ἀπελεύθεροι, οὐ καταδουλούμενοι τὴν ἐλευθερίαν. καίτοι γε Σευήρου καὶ Ἀντωνίνου ἀσεβῶν βασιλέων ἀντιγραφαὶ καλῶς ἔχουσαι καὶ ἐπὶ τοῖς εὐσεβέσι κατέχονται, ὡς μὴ ἀναγκάζεσθαι παρὰ δύναμιν τοὺς δούλους κἂν ὁπωσδήποτε. εἶτα τὰ δικαιώματα τοῦ θεοῦ ὡς ἐπ' ἐκκλησίας ἱσταμένους ὅλους ἐστηλωμένους εἶναι θεῷ δεῖ, μηδὲν πρὸς ἀλλήλους, κἂν ἀναγκαία παρεμπέσοι χρεία, τὸ οἱονοῦν ὁμιλοῦντας, καὶ τοῦτο ἔπρεπε καὶ ἡμῖν γίνεσθαι, δέσποτα; εἰ κατὰ μοναχοὺς καὶ ἡμεῖς, ὡς ἐκεῖνοι ἐκκλησιαζώμεθα, ὥστε μὴ καλῶς