1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

23

(27) τοῦ γοῦν καιροῦ τριβομένου νόσος ἐμπίπτει τῷ στρατιωτικῷ βαρεῖα πάντῃ καὶ αὐτουργὸς τοῖς πολλοῖς θανάτου· βαρείας γὰρ χεῖρας ὁ λοιμὸς ἐκείνοις ἐφῆκε, καὶ ἐπασσύτεροι ἔθνησκον. τέλος δὲ καὶ αὐτὸς ὁ στρατηγὸς πρωτοβεστιάριος νόσου γέγονε παρανάλωμα, κἀν τεῦθεν οἱ περιληφθέντες μηδὲν τῶν γεναίνων πράξαντες ὑπανε ζεύγνυον. ὕστερον δὲ αὐτὴ καθ' αὑτὴν ἡ βασίλισσα συνάμα τῷ ἀνδρὶ Νικηφόρῳ, δόλοις ὑπελθόντες καὶ ὅρκοις ἐξαπατήσαντες τὸν Μιχαὴλ ὡς γαμβρὸν ἐπὶ τῇ θυγατρὶ ἀξόμενοι, μηδ' αὐτὸ τὸ κεκωλυμένον ἐκ γένους ὑπονοήσαντα ὑπὸ χεῖρας ποιοῦνται, καὶ τῷ βασιλεῖ, συχνὰ τῶν χρημάτων λαβόντες, πέμπουσι δέσμιον· ὃν ὁ βασιλεὺς ὑπὸ φρουροῖς καὶ ἀνέσεσιν ἔχων ἐτίμα, καὶ τὴν ἀνεψιὰν τὴν τοῦ Ἀσὰν θυγατέρα εἰς γάμον δὴ κατηγγύα. ἀλλ' ἐκεῖνος πολλάκις μὲν ἐπεχείρησε φεύγειν, τοσαυτάκις δέ οἱ ἐμπο 73 δὼν ἔστη ἡ τύχη καὶ ἡλίσκετο παραυτίκα, ὥστε καὶ φυλακαῖς δίδοσθαι διὰ ταῦτα. οὗ δὴ καὶ μίαν φυγὴν τὴν ὑστέραν μετὰ χρόνους συμβᾶσαν καθ' εἱρμὸν τοῦ λόγου καὶ διηγήσομαι. ἀπε δήμει μὲν οὖν ὁ βασιλεὺς εἰς Θεσσαλονίκην, ὡς αὐτίκα κατὰ καιρὸν ἐροῦμεν, κατείχετο δὲ οὗτος ἐν φυλακαῖς, σὺν αὐτῷ δὲ ἦν καὶ ἡ αὐταδέλφη τούτου, ἣν δὴ παρὰ πατρὸς τοῦ Ἰωάννου σεβαστοκρατοῦντος δεξάμενος Τερτερῆς ὡς μνηστὴν τῷ υἱῷ Ὀσφεντισθλάβῳ, ἔτι ἐν ἀνηβότητι οὖσαν, ἐπειδὴ αὐτὸς τὰς πρὸς βασιλέα σπονδὰς ἠγάπησε, συνάμα τῇ τοῦ Ἀσὰν ἀδελφῇ καὶ αὐτὴν ἐς βασιλέα πέμπει. ἦν οὖν σφίσι μία ἡ φυλακή, οἳ δὴ καὶ τῷ Ἐρρῆ ἐξ Ἐγκλίνων ὄντι συνάμ' ἑτέροις καὶ τρίτῳ παιδὶ εἰς φυλακὴν ἐπιτετράφατο. ὑπέρχεται γοῦν ὁ Μιχαὴλ τὸν Ἐρ ρῆν ὑπισχνούμενος γαμβρὸν ἕξειν ἐπ' ἀδελφῇ ταύτῃ, ἢν δραπε τεύσειαν. εἰσὶ δ' οἳ λέγουσιν ὅτι καὶ πορνικῶς ἐκείνῃ ὁ ἐξ Ἐγκλί νων συνήρχετο, τὰ πιστὰ τῆς ἐπιγαμβρίας ἐντεῦθεν λαμβάνων. ἦν γοῦν ὁ Ἐρρῆς καὶ τῶν λοιπῶν φυλάκων ἐπιστάτης, καὶ πολ 74 λοὺς ἀνὰ χεῖρας ἔχων, πιστὸς τὰ πολλὰ δοκῶν βασιλεῖ. δελεά ζεται τοίνυν ὁ βάρβαρος μείζοσιν ἢ καθ' αὑτὸν ὑποσχέσεσι, καὶ κατανεύει τὴν πρᾶξιν. καὶ δὴ εὐτρεπίζεται μὲν παρὰ τῶν οἰ κείων τῷ Μιχαήλ, οἳ δὴ καὶ ἐν ἐλευθερίᾳ διάγοντες ὑπούργουν ἐκείνῳ τὰ ἀναγκαῖα, ἁλιὰς ταχυναυτοῦσα καὶ ἄνδρες ἐρέται μι σθοῦ τοῦ μεγάλου οἱ τέως αὐτάρκεις, καὶ ὁ καιρὸς καθ' ὃν ἐκεῖ νοι μὲν τῇ κατὰ δύσιν θαλάσσῃ προσχόντες σταθήσονται, αὐτοὶ δὲ τῆς φυλακῆς ἐκβάντες ἐπιβήσονται, ἐς τὸ ἀκριβὲς τάττεται. κἀπειδὴ δύ' ὄντας οὐκ ἦν καταγωνίσασθαι τοὺς λοιποὺς (οὐδὲ γὰρ πᾶσιν ἔκπυστος ἦν ἡ βουλὴ) μερίζουσιν ἐκείνους ὡς ἐπὶ πράξει πέμποντες, καὶ καθ' ἕνα ὑποδεχόμενοι κτείνουσι, τοῦ δευτέρου μὴ εἰδότος τὸ τῷ προτέρῳ συμβάν. οἶκτος δὲ σώζει τὸν παῖδα καὶ μόνος, συμποδίσαντές τε καὶ ἐπαγκωνισάμενοι καί γε δεσμὸν ἐμβαλόντες τῷ στόματι ἀφιᾶσιν. ἐκεῖνοι δ' ὡς εἶχον ὑπὸ κλεισὶ τὴν φυλακὴν σφραγίσαντες, ὡς μὴ ἐκκυλισθὲν τὸ παι δίον ἐμφανὲς πρὸ καιροῦ τὸ δρᾶμα ποιήσειεν, ὑπὸ πρώτας φυ λακὰς τῆς νυκτὸς ἐξίασι. τῷ γὰρ Ἐρρῇ, ὥσπερ αἱ φυλακαί, οὕτω καὶ αἱ τῆς πύλης τῆς ἐκεῖ κλεῖδες ἐπιτετράφατο. ὡς ἂν δὲ μὴ δόξῃ δόλος τὸ δρώμενον, ἐκεῖνος κάτωθεν τοῖς φύλαξιν ἐκφωνεῖ, διυπνίζων δῆθεν πρὸς τὴν τῶν κατεχομένων φυλακήν, ὡς αὐτοῦ γε τάχα ἐν ἀπορρήτοις δουλείαις σχολάζοντος· καὶ 75 γάρ τινες ἰδόντες οὐδὲν ἄλλο ὑπενόουν τότε ἢ ὅτι ὁρισθὲν πρὸς βασιλέως δι' ἀπορρήτων αὐτὸς οἰκονομοίη τὰ προσταττόμενα καὶ τοὺς ὁρισθέντας ἐκφέρει νυκτὸς ὅπου ἂν καὶ προστάσσοιτο. ἐκεῖ νοι δὲ τὰς φυλακὰς ὑποδραμοῦντες ἐπιβαίνουσι τῆς νηός. καὶ ἦν αὐτοῖς ὡς καὶ πᾶσι γνωσθέντος ὁ νοῦς ἐν ἐλπίσιν ἀναμφιβό λοις, ὡς οὐδὲν ἐμποδὼν ἐσεῖται δυοῖν ἢ καὶ τριῶν ἡμερῶν τῇ Εὐρίπῳ προσσχεῖν καὶ τῶν τῆς φυγῆς ἀνεθῆναι φόβων, τῆς ἀδελ φῆς κυριευούσης τῆς νήσου. ἀλλ' ἡ παλίμπους περιίστατο δίκη, καὶ τὰ τῶν φονευθέντων αἵματα δεσμὸς ἦν τὴν πρόσω πορείαν κωλύων ἄρρηκτός τε καὶ ἄλυτος. ἀντιπνεῖ γὰρ ἐξαίφνης πνεῦμα βίαιον νότου, ὡς καὶ τὰς ἐλλιμενιζούσας ἐξοκέλλειν ἐκ βίας, καὶ ἄνεμος ἐμποδὼν ἔστη παρανομήσασιν. οὐ γὰρ μίαν ἢ καὶ δευ τέραν ἡμέραν ἠπλόει ἐκ βιαίων