1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

41

ἔλεγεν, ἀλλὰ καὶ ἁγίου κλάσματος ἄρ του, μαθὼν παρ' ἄλλων ἐσύστερον, ἀρχιερεὺς πατριάρχην ἐγ γράφως ἀφώριζε, Νεόφυτον δὲ ὡς συνυπογράψαντα καὶ ὁμογνω μονήσαντά οἱ, ἐκείνοις τότε ὑπερηφανῶν ὡς ἀμαθέσιν, ἐνευ μενιζόμενος ὕστερον, πέμπων ἐλάμβανε τὴν συγχώρησιν καὶ ἀν τισυνεχώρει. καί γε τῷ τοῖς Ἀριστινῆς μονυδρίῳ, ἐχόμενά που κειμένῳ τῆς τοῦ ἁγίου Ἀνδρέου τοῦ ἐν τῇ κρίσει μονῆς (ἐκεῖ γὰρ πρωτοβεστιάρισσα Ῥαούλαινα συνῆγεν, ἐξ ἑαυτῆς περιθάλπουσα τὰ μεγάλα) φέρων ἑαυτὸν δίδωσι.

11. Βασιλεὺς δὲ τῶν τοιούτων ἀπαλλαγείς, πολλοῦ τοῦ 134 κατὰ τὸν τόμον ὑφέρποντος πλημμελήματος, οὐχ οὕτως ἠξίου ἐᾶν ἀδιόρθωτον, καὶ συνόδους συνεκρότει, καὶ πνεύματι ζῶν τας σοφοὺς συνέλεγε, καὶ κοινῇ σκέψει μονωθέντα τὸν τόμον τοῦ βοηθοῦ (ὁ δ' ἦν Γρηγόριος) προσέταττεν ἐξετάζειν. καὶ πρῶτα μὲν κατὰ τὸ μέγα παλάτιον συνάμα βασιλεῖ συναχθέντων σεισμὸς ἐνσκήψας ἐξαίφνης τὸν σύλλογον ἐκεῖνον καὶ τὴν σκέψιν διέλυεν· εἶτα κατὰ τὰ τῶν Βλαχερνῶν ἀνάκτορα καὶ αὖθις συνήγοντο καὶ ἐπιμελέστερον διεσκέπτοντο. καὶ οἱ μὲν τὰ οἱ δὲ τὰ ἐπὶ πολλαῖς ταῖς ἡμέραις διαφιλονεικοῦντες καὶ λέγοντες, τέλος, ἐπεὶ οὐκ ἦν συμφωνεῖν ἐπὶ τῇ τοῦ γράμματος διορθώσει, ὑπεξεῖλον τέλεον τὴν ἐξήγησιν, κρεῖττον ἡγησάμενοι μὴ ὅλως τὸ ῥητὸν ἐξηγεῖσθαι ἢ ἐξηγουμένους ἀναρρίπτειν κίνδυνον

. 12. Τούτων δὴ γεγονότων οὕτως, βασιλεὺς καὶ αὖθις πολὺς ἦν ἀλγῶν ἐπὶ τῇ διαστάσει τῶν Ἀρσενιατῶν, καὶ ἅπας ἐγίγνετο εἰ οἷόν τε συμβιβάζειν αὐτοὺς καὶ τῇ ἐκκλησίᾳ ἑνοῦν. ἔτυχον γὰρ καὶ αὐτοὶ καθ' ἑαυτοὺς στασιάσαντες, ὡς δύο μοί ρας γενέσθαι, τοὺς μὲν πλείους ἀμφὶ τὸν Ὑάκινθον, ἐνίους δὲ ἐν τῷ Ταρχανειώτῃ Ἰωάννῃ σαλεύειν, ἀκριβολογουμένους ὑπὲρ ἐκείνους τὰ πλεῖστα, καὶ ὅτι χθὲς καὶ πρὸ τρίτης ἐν πυρὶ ἐκά λουν θεὸν οἱ ἀμφὶ τὸν Ὑάκινθον, πυρσολάτρας ἐκείνους ἀποκα 135 λοῦντας κἀκείνων σχίζεσθαι μέχρι καὶ αὐτῆς προσλαλιᾶς ἐγνωκό τας. καὶ γὰρ ἐν πυρὶ δοκιμάζειν τὰ παρὰ τῶν γραφῶν διω ρισμένα οὐχ ὅπως ἀμαθὲς ἀλλὰ καὶ ἀσεβὲς ὁ Ἰωάννης οἰόμενος ἀπεσχίζετο μὲν καὶ τῆς ἐκκλησίας ὡς πρότερον, ἀπεσχίζετο δὲ καὶ αὐτῶν δὴ τῶν περὶ τὸν Ὑάκινθον, ὡς μὴ συναινέσων κἂν ὅ τι ποιοῖεν. διὸ δὴ καὶ παρὰ βασιλέως, ὡς τὸ εἰκός, παρορώμε νος τῷ τῆς Χηλῆς φρουρίῳ ἐξορισθεὶς ἐγκαθείργνυτο. τότε τοί νυν τῆς ἐκκλησίας κεχηρωμένης, πειρᾶν ἐθέλων τῶν σχιζομένων ὁ βασιλεὺς εἴ που σφᾶς καὶ δυνηθεὶς εἰρηνεύσειε, πέμψας κατά γει τὸν Ἰωάννην, καί που πλησίον τῶν κατὰ Βλαχέρνας παλατίων ἐν τῷ πάλαι ἁρματοφυλακίῳ ἐν ἐλευθερίᾳ κατέχει, ἐνδοὺς ἐκεί νῳ καὶ οἷς ἰδίοις εἶχε συνοῦσι συνεῖναί τε καὶ συνομιλεῖν. καὶ δὴ γνοὺς συνάγειν ἀμφοτέρους καὶ ἐρωτᾶν τὰ πρὸς εἰρήνην, πρό τερον ἀκροβολισμοῖς τισὶν ἐπειρᾶτο τοῦ Ἰωάννου. ἐν μιᾷ δὲ καὶ τὸν Ἀλεξανδρείας Ἀθανάσιον πέμψας, μέγαν παρ' ἐκείνῳ δὴ τῷ Ἰωάννῃ δοκοῦντα, ὡς αὐτοῦ πρὸς βασιλέα λέγοντος μανθάνειν τὸν βασιλέα καὶ τῷ πατριάρχῃ τοὺς λόγους πληροφορεῖν, πέμψας οὖν διὰ ταῦτ' ἐκεῖνον διεμηνύετο τὰ δοκοῦντα, ἅμα τε προστάσ 136 σων καὶ ἀξιῶν ὁμονοεῖν σφᾶς ἀμφοτέρους, καὶ οὕτως εἰς ἓν κατὰ γνώμην συναχθέντας τοὺς σχιζομένους συναχθῆναι καὶ κατὰ τό πον, συνόδου κοινῆς ὑπὸ βασιλεῖ γινομένης, ὀρέγοντι καὶ αὐτῷ δεξιάν, εἰ τὰ δυνατὰ καὶ ἄλλως ξυμφέροντα λέγοιεν, βραβευθῆ ναί τε τὴν εἰρήνην ἐντεῦθεν εὐδοκίᾳ θεοῦ, εἰ καὶ αὐτοὶ θέλοιεν. εἶναι γὰρ ἐν μέσῳ καὶ θεὸν τῶν ὁμονοούντων, καὶ ζητοῦσιν εἰ ρήνην ὄντα τῶν μακράν τε καὶ τῶν ἐγγὺς καὶ σφίσι ταύτην διδό ναι, καὶ μᾶλλον ὁπότε τις μὴ τὴν ἰδίαν ἀλλὰ τὴν ἐκείνου δόξαν ζητοίη. ταῦτα καὶ πλείω λέγουσι τοῖς ἀμφὶ τὸν Ἀλεξανδρείας οὐδὲν ἦν ἀκούειν εἰ μὴ στροφὰς αἰνιγμάτων καὶ διωρίας πραγμά των καὶ ἄλλ' ἄττα, οἷς ἄρα οἱ τὸ παρὸν ἀποκρουόμενοι καὶ πρὸς τὸ μέλλον τὰς ἐλπίδας ἀναρτῶντες χρῆσθαι εἰώθασι. τέως δὲ καὶ συνόδους ὁ βασιλεὺς συγκροτῶν, τὸ ἐκείνους, μὴ ἔχοντας εἰρηνεύειν πρὸς ἀλλήλους, ἑαυτῷ εἰρηνεύειν