1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

132

διάγοντος Μιχαήλ· ἐπεὶ δὲ ἀνενεχθὲν τοῦτο ἔννοιά τις ἐμ πίπτει τοῖς ἐπ' ἐξουσίαις ἀκούσασι, μὴ λαὸς ἀγροῖκός τε καὶ ἀπό λεμος παραπόληται, καὶ διὰ ταῦτα κατασχεθεὶς ἐκεῖνος φυλακῇ δίδοται, καὶ μῆνας ἐννέα τῇ ἐγκλείσει προσταλαιπωρήσας ἔπειτ' ἐκεῖθεν ἀποδρὰς τῇ ἐκκλησίᾳ προσφεύγει, ἐντεῦθεν αὖθις ἐνευ καιρήσας τῶν προτέρων ἐκείνων διανοιῶν γίνεται, καὶ τῆς ἐκκλη σίας κρύβδην ἀποχωρήσας ξύγκλυδα λαὸν ἐκ τοῦ παραυτίκα συν αθροίζει, καὶ τὴν ταχίστην συνάμα σφίσιν ἀνεπινοήτως διαπε 443 ραιοῦται. οὐδὲ γὰρ ἦν ἠρεμεῖν κἀκείνους κακουμένους ἤδη τῷ χρόνῳ, καὶ δυοῖν θάτερον, ἢ ζῆν ἐπὶ τῶν σφετέρων ἢ εὐκλεῶς πεσεῖν ἀγαπῶντας. καὶ οὕτως στρατὸς ὅλος γενόμενος ὑπὸ τῷ Χοιροβοσκῷ στρατηγοῦντι πεῖράν τινα ἁρπάζειν τῶν ἐχθρῶν ἐπει ρῶντο. καὶ τὰ μὲν πρῶτα ὀλίγοις πλεῖστοι παρεμπίπτοντες ἠν δραγάθουν. ἦν δὲ ἄρα εἰρωνεία τύχης σφίσι τὰ δρώμενα, καὶ ἐπεγέλα τούτοις τὸ μόρσιμον, τὸ τοῦ κολυμβητοῦ πάσχοντες, ᾧ δῆτα ὁ νόστος οὐκ ἔχει τὰ τῆς σωτηρίας ἐχέγγυα. ὡς γὰρ Κεγχρεαῖς πλῆθος Περσῶν περιίστατο, καὶ οἱ ἐκεῖσε πολλοί τινες ὄντες ἐκ τῶν κατὰ Σκάμανδρον χωρῶν διὰ τὴν ἀνάγκην παραβυ σθέντες ἐν κινδύνοις ἦσαν καὶ βοηθείας ἑτέρωθεν ἔχρῃζον, ἅμα τῷ μαθεῖν καὶ αὐτοὶ συνταξάμενοι ἐκεῖ γίνονται. καὶ ἀνωΐστως ἐπεισπεσόντες ἐκ τοῦ παραχρῆμα ἔδοξάν τινες εἶναι, καὶ ὑπερέσχον τραπέντων τῶν πολεμίων. καὶ τότε μὲν ὡς εἰκὸς ἀνακωχὰς τοῖς πολιορκουμένοις ἐδίδουν· ὕστερον δὲ συναχθέντες πλείους οἱ Πέρ σαι ἑνὸς κατὰ τούτων ὁρμήματος γίνονται, καὶ ἱππεῖς πεζοῖς μεθ' ὁρμῆς σφοδρᾶς ἐμπίπτοντες κατὰ κράτος νικῶσι, καὶ τὸν Χοιροβοσκὸν περισχόντες κτείνουσι, πλὴν οὐχ ἅμα τῷ περισχεῖν, ἀλλ' ἐπεὶ περὶ τῆς ἑαυτοῦ τιμῆς τοὺς ἐν τῷ φρουρίῳ προσελιπά ρει (ἔστησαν γὰρ τὴν τιμὴν εἰς νομίσματα πεντακόσια, ὧν λυ τροῦν ὑπισχνοῦντο), οἱ δὲ κατημέλουν, ἐκεῖνος Βουλγάρων 444 γλώσσῃ ὥς τινων ξυνησόντων (τὴν γὰρ Ἑλλάδα καὶ καχυπώπτευεν ὡς πολλῶν ξυνιέναι δοκούντων τῶν ἔξω) τοῖς ἐντὸς διελέγετο. οἱ λόγοι δ' ἦσαν ὡς ἰσχυρισομένου κατὰ Περσῶν, εἰ λύσαιντο. αὐτίκα γοῦν τινῶν ξυνιέντων καὶ Πέρσαις ἀγγειλάντων φωρᾶται κακουργῶν Πέρσας, οἳ τὸ καθ' αὑτοὺς δείσαντες, εἰ ἐχθρὸν ἀπαραίτητον λύσαιντο, τιμὴν ἐκείνην καὶ κέρδη ὡς οὐδὲν λογι σάμενοι κτείνουσιν. ἄλλος δ' ἔστι λόγος τούτου πιστότερος, ὡς πεφύλακτο μὲν τότε συνὼν τοῖς ἐχθροῖς, ὕστερον δ' ἀποδρὰς ἐκεῖθεν πρὸς δύσιν κάτεισι, καὶ τῷ Μιχαὴλ προσελθὼν τιμὴν λαβὼν ἐπὶ Βουλγάροις τῆς σεβαστότητος, ἐπεὶ ἀνόνητα ὅσα κατὰ Τούρκων καὶ Ἀμογαβάρων Ῥωμαῖοι ὥρμων ποιεῖν, ἐκχώρησιναὐτὸς λαβὼν παρὰ βασιλέως, περί που δὴ καὶ χιλίους συνάξας, πεζὸς σὺν πεζοῖς ἐπέχρα τοῖς Πέρσαις, καὶ κακῶς ἔδρα περὶ τὰ κατὰ τὴν Θεσσαλονίκην, οὐ Θεσσαλὸν πάντως ἀλλὰ Βουλγαρι κὸν καὶ οἷον αὐτῷ σύνηθες. ἐντεῦθεν ἐκ πολλῆς ἀδείας οἱ Πέρ σαι περικαθίσαντες ἐνδείᾳ ὕδατος αἱροῦσι τὸ φρούριον, καὶ τοὺς 445 μὲν ὀλίγων ἀποδράντων ἔργον μαχαίρας ποιοῦσι, τὰ δ' ἐκεῖσε σκυλεύσαντες πῦρ ἐνιᾶσι καὶ τὸ πᾶν ἀφανίζουσιν.

28. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. ἠσθένουν δ' αὖθις τὰ κατὰ δύσιν καὶ κακῶς εἶχον ἐξ Ὀσφεντισθλάβου, Ἐλτιμηρῆ πρὸς αὐτὸν ἀποκλίναντος. κἀπειδήπερ τὰ κατὰ τὸν Αἷμον ἐδῄουν καὶ καθ' ὁμολογίας τὰ πλεῖστα ᾕρουν, Κτένια καὶ Ῥωσό καστρον καὶ ἄλλ' ἄττα πλεῖστα, ἤδη δὲ καὶ τὰ κατὰ Σωζόπολιν καὶ Μεσέμβρειαν Ἀγαθόπολίς τε καὶ Ἀγχίαλος ἐκραδαίνετο καὶ τοῖς ἑτοίμως ἐῴκεσαν προσχωρήσουσιν, ἐν ἀπόροις ἦν ὁ κρατῶν, καὶ προκαταλαβεῖν τὴν ἐς τὰ πρόσω ἔφοδον ἔσπευδε. τὰ μὲν οὖν κατ' ἀνατολὴν πρὸς ἄλλοις τὸν νοῦν ἔχειν αὐτὸν οὐκ ἠφίει· ὅμως τῷ τῶν πραγμάτων ἀναγκαίῳ στενοχωρούμενος ἔγνω τὸν υἱὸν ἀποστεῖλαι καὶ βασιλέα. καὶ δὴ παρασκευασάμενος τὰ πρὸς ἔξοδον συνεκπέμπει τούτῳ καὶ Γλαβᾶν ἐκ Ταρχανειωτῶν πρωτο στράτορα, ἄνδρα ἀρεϊκὸν μὲν καὶ ἐμπειροπόλεμον, τὰ πλεῖστα δὲ τῷ τῶν βουλῶν ἐπηβόλῳ· ἡ γὰρ ποδάγρα προσίστατο τὰ πολλὰ πρὸς τὸ πράττειν δυνάμενον κατορθοῦν. συνήγοντο γοῦν αἱ δυτικαὶ δυνάμεις περὶ τὸν νέον βασιλέα