1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

19

τὸ ἐντεῦθεν, ἐπεὶ ἀδύνατον ἦν τὸν Ἀσὰν βασιλεύειν Βουλγάρων κραταιωθέντος ἤδη τοῦ Τερτερῆ, ἐκείνῳ μὲν σπέν δεται (τὰς γὰρ δυνάμεις τῆς Ῥωμαΐδος πολεμησειούσας ἐκλεί πειν), τὸν δ' Ἀσὰν κατὰ τὰς προτέρας συνθεσίας τοῦ πατρὸς δεσπότην Ῥωμαΐδος ἀποκαθίστησιν.

21. Αὐτὸς δὲ ἔμμονον μέριμναν ἔχων τῆς περὶ τὴν ἐκ κλησίαν ὁμονοίας καὶ καταστάσεως, δι' ἣν καὶ ταῦτα πάντ' 58 ἐπράττετο (ἡ γὰρ τῶν Ἀρσενιατῶν ἐπισύστασις πολλή τις οὖσα καὶ καθ' ἑκάστην πληθυομένη ἠρεμεῖν οὐκ εἴα), ἀπάρας τῆς Κωνσταντίνου ἐπ' ἀνατολῆς ἤλαυνεν, ἐπισκήψας καὶ πατριάρχῃ καὶ τοῖς λοιποῖς, ὅσοι τε περὶ τὸν πατριάρχην ἦσαν καὶ ὅσοι τῆς ἐναντίας μοίρας, ἐκεῖσε περί που τὰς Ὑποπλακίους Θήβας ἀπαν τᾶν τὴν ταχίστην ὑπὸ βασιλικαῖς τριήρεσί τε καὶ ἐφοδίοις, ὡς ἐκεῖ κινηθησομένων τῶν ὅλων. οὐκ ὀλίγον γὰρ καὶ περὶ τῶν χθὲς πραχθέντων ἀνέζη τὸ σκάνδαλον, καὶ μᾶλλον ὅτι καὶ τῶν παρ' Ἰωσὴφ ἢ καὶ παρὰ τῶν ἀμφ' ἐκεῖνον πραχθέντων παραβε βασμένων αὐτοὶ ζηλοῦντες ἐντεῦθεν καὶ τὴν τῶν Ἀρσενιατῶν πα ραδοχὴν ὑποπτεύοντες τοῖς παθοῦσιν ἐπῳκτίζοντο καὶ ἄδικα πάσχειν διωμολόγουν. διὰ ταῦτα καὶ συνόλους ἐκεῖ ὁ κρατῶν συνῆγεν, ὡς ἂν ἐντελοῦς γεγονυίας τῆς συνελεύσεως τὸ ποιητέον 59 ἀπὸ κοινῆς τῆς σκέψεως γένηται. καὶ δὴ συνελθόντων, καὶ τῶν εἰκότων προνοοῦντος σφίσι τοῦ βασιλέως ὡς διαχειμεριοῦσι περὶ τὸ Ἀτραμύτιον, ἀργήσας πάμπαν τῶν ἔξωθεν δουλειῶν ὁ κρα τῶν σχεδὸν τὰ περὶ τοῦ πῶς ἂν οἱ Ἀρσενιᾶται τοῖς πραχθεῖσι συγκατανεύσειαν εἰρηνεύσαντες διεσκέπτετο. συνήγοντο τοίνυν ἔνθεν μὲν οἱ περὶ τὸν πατριάρχην, οἷς συνῆν τὰ πλεῖστα καὶ ἡ Εὐλογία καί γε αἱ θυγατέρες αὐτῆς, ἥ τε Θεοδώρα καὶ ἡ ἐκ δυ τικῶν Ἄννα ἡ καὶ βασίλισσα, ἄρτι τότε κἀκείνη κατὰ φήμην τῶν γεγονότων ἀναχθεῖσα πρὸς βασιλέα, καὶ ὁ ῥηθεὶς μέγας λογο θέτης ὁ Μουζάλων τὰ πολλὰ παρὰ βασιλεῖ δυνάμενος καί γε τι μηθεὶς καὶ τῇ τῶν μεγιστάνων χρυσοκοκκίνῳ καλύπτρᾳ καὶ παρὰ τὴν τοῦ προσόντος αὐτῷ ὀφφικίου τάξιν, ἐκεῖθεν δὲ οἱ ἀμφὶ τὸν Ὑάκινθον μοναχοί, οἷς συνηριθμοῦντο καὶ οἱ χθιζὰ παθόντες καὶ τυφλωθέντες, Λάζαρός τε ὁ Γοριανίτης καὶ ὁ Περιστέρης Μακάριος· ὁ γὰρ Λεπενδρηνὸς Ἀθανάσιος ἐκ τῶν παλαιῶν ζηλωτῶν ἦν καὶ μεγάλων. οὐκ ὀλίγοι δ' ἦσαν σὺν τούτοις, τοῦ βασιλέως ἐνδόντος ἀνέδην φαίνεσθαι πάντας, καὶ ἐκ τῶν λαϊκῶν καί γε τοῦ παλατίου, οἷς δὴ καὶ συγκαλουμένοις ὁ βασιλεὺς ἐν 60 ἡμέραις τεταγμέναις τῆς ἑβδομάδος ἑκάστης ὡμίλει, ἔχων παρ' ἑκάτερα καὶ τοὺς τοῦ πατριάρχου, καί γ' ἐπείρα δι' ὅλης τῆς τεσσαρακονθημέρου συμβιβάζειν καὶ συνενοῦν ἀμφοτέρους εἰς μίαν καὶ τὴν αὐτὴν τῆς κοινωνίας συμπλήρωσιν. ἀλλ' οὐκ ἔπει θεν, ὁτὲ μὲν παρακαλῶν ὁτὲ δ' ἐλέγχων, καὶ πᾶσι τρόποις ὑπο τρέχων καὶ δουλαγωγῶν γνώμας ἀπανθρωπισθείσας οἷον τῷ χρό νῳ, καὶ ὑπό τισι θεόθεν σημείοις ἐθελούσας καὶ μόνοις καθυ ποκλίνεσθαι· τὸ γὰρ οὕτω πεισθῆναι λόγοις καὶ παρευθὺς εἰρη νεύειν, ὑφεικότας τόσης ἀκριβείας, δεικνύντων εἶναι γνώμης αὐτα ρεσκούσης καὶ τὰ τῆς πρὶν ἐνστάσεως ὑπελάμβανον.

(22) ὅθεν καὶ πρὸς τὰ πάλαι τοῦ θεοῦ σημεῖα, οἷς δὴ ἐνεθαυμαστοῦτο τοῖς ἁγίοις, ἀπέβλεπον, καὶ ὥσπερ εἶναι τὸν αὐτὸν νῦν τε καὶ πάλαι, οὕτως ἀεὶ καὶ τὰ σημεῖα μὴ διακρινομένων μόνον ᾤοντο γίγνεσθαι, καὶ τέρασι θεοῦ ἐζήτουν ἑαυτοὺς ἐπιτρέπειν, ὡς ἐκεί νοις ἑψομένων πάντως καὶ ἀμφοτέρων οἷς δὴ καὶ θεὸς ἐμφανεῖ 61 ἀρεσκόμενος. καὶ δὴ αὐτοὶ μὲν καὶ βασιλεὺς (οἱ γὰρ ἀμφὶ τὸν πατριάρχην, ὡς ἐδείκνυον, ἀπηρέσκοντο, ὥστε μὴ φανερῶς συμ πράττειν) τὰς συνθεσίας ἐπλήρουν. αἱ δέ γε συνθεσίαι, αὐτοὺς ἀνὰ μέρος συνθεῖναί τε καὶ γράψαι οἱ ὅσα σφίσι προσιστάμενα τῷ εἰρηνεύειν ἐδόκουν, ἐκείνους δ' αὖθις ἕτερον τόμον συντάτ τειν καὶ δηλοῦν ἐφ' ὅσον εἶχον ἐγκαλούμενοι παρ' ἐκείνων ἀπο λογεῖσθαι, καὶ ἅμα πῦρ ἐναύσαντας, οἷόν τ' ὂν συντῆξαι καὶ τὸν ἀδάμαντα, ἐνιέναι, κἂν μὲν ὃς φυλαχθείη, καὶ μὴν καὶ ἀμ φοτέρους τῷ ἀβλαβεῖ διατηρηθέντι τιμὴν ὡς ἐπὶ τούτῳ δεικνύν τος τοῦ θεοῦ τὴν ἀρέσκειαν, εἰ δ' ἀμφοτέροις διαλυμανεῖται τὸ πῦρ, καὶ αὖθις συνιέναι