1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

123

καὶ οἱ μὲν ἐκωλύοντο ἀπειλαῖς τῶν κρατούντων καὶ φόβῳ σωφρονιζόμενοι· οἱ δὲ τολμῶντες, ἤν πού τις προεξέδραμε ἱκανὸς δοκῶν ἄγειν σύντομον (λοχαγὸν τὸν τοιοῦτον εἴπῃ τις ἂν) καὶ ἐπὶ τὸ παρὰ πᾶσαν αἴσθησιν ἐξήρχοντο, ὥστε καὶ συνέβαινε ποτὲ μὲν εὐστοχεῖν ὀλίγοις πρὸς πολλοὺς γυμνοῖς καὶ ἀνόπλοις, πολλάκις δὲ καὶ σφάλλεσθαι. καὶ οὐκ ἦν σχεδὸν ἡμέρα καθ' ἣν ἢ μὴ τοῖς κατὰ θάλασσαν φρουρίοις προσβάλλοντες ἠκούοντο ἢ μὴ ἀπάγοντες αἰχμαλώτους ἢ μὴ φονεύοντες, καὶ μᾶλλον ὅτε καὶ ἱκεσίαις ἐχρώμεθα πρὸς θεόν, τὸ οἴκτιστον. διεῖχε δὲ μόνος ὁ 412 πορθμὸς οὗτος. καὶ πολλάκις μὲν μεθ' ἡμέραν ἐφαίνοντο τοῖς ἐντεῦθεν ἀφορῶσι καὶ πεζοὶ καὶ ἱππεῖς· κἄν που δέ τις ἢ ἐνδείᾳ ἐξαπορούμενος κἀντεῦθεν ἐλπίζων κερδαίνειν ἐκ τῶν ὑπολελειμ μένων ἄλλοις, ἢ μὴν καὶ κατὰ χρείαν ἑτέραν ἢ τοῦ σφετέρου κτήματος ἐπιμέλειαν ἐξορμᾶν ἐτόλμα, αὐτίκα ἢ ἡλίσκετο ἢ ἐκτεί νετο. καὶ πολλοὺς ἂν εἶδες ἐσφαγμένους ἢ τετρωμένους εἰς θά νατον, ἔστι δ' οὗ καὶ κεφαλῆς ἄνευ καὶ κόρσας ἀναύχενας. πε πλήθει δὲ τῶν ἀγρομένων ἡ πόλις, καὶ ἐστενοχωρεῖτο τοῖς παν ταχοῦ κειμένοις εἰκῇ τε καὶ ὑπαιθρίοις, πνοῇ ζῆν καὶ μόνῃ πι στευομένοις· λιμὸς γὰρ ἐντεῦθεν καί γε λοιμὸς τοὺς ἀθλίους διε μεριζέτην. καὶ οἱ ἀστικοὶ τοῦ κακοῦ παραπήλαυον, καὶ οἱ μὲν αὐτίκα τοῖς δεινοῖς συνείχοντο καὶ ἄποροι διῄεσαν καὶ ἀμήχανοι, οἱ δὲ ὅσον οὔπω τὰ τοῖς πλησίον συμβάντα καὶ ἑαυτοῖς ἐπ' ἴσης ἤλπιζον. οἱ δὲ μὴ μόνον Χηλῇ τε καὶ Ἀστραβητῇ, ἀλλὰ καὶ Ἱεροῦ φρουρίῳ προσβάλλοντες τὰ πάνδεινα διεπράττοντο, ὥσπερ ὑπνώττοντος βασιλέως ἢ μὴ ζῶντος. Νικομήδεια δ' ἐξησθένει, λιμῷ τε καὶ ἐνδείᾳ ὕδατος πρὸς τὸ ἀμηχανώτερον μετεβάλλετο. ἡ δέ γε περίπυστος Νίκαια ἀποκέκλειστο, καὶ τὰς πέριξ χάριτας 413 ἀποκειραμένη ἐνδείᾳ καὶ αὕτη ἐστενοχώρητο. καὶ νῦν μὲν Βη λόκωμα, νῦν δ' Ἀγγελόκωμα, νῦν δ' Ἀναγουρδὴς καὶ Πλατανέα καὶ τὰ Μελάγγεια καὶ τὰ πέριξ πάντα τῶν ἐνοικούντων ἔρημα γεγονότα θρήνους ἐφείλκοντο τῶν εἰδότων. ταῦτα Κρούλλα καὶ Κατοικία πεπόνθει καὶ χείριστα. ὡς γὰρ ἀποκέκλειστο μὲν ἡ ἐξ Ἡρακλείου καὶ Νεμικώμεως πρὸς τὴν Νίκαιαν, καὶ αἱ παλαιαὶ καὶ συνήθεις δίοδοι εἰς δεινὴν ὑποψίαν καὶ πεῖραν ἦσαν πολλάκις κινδυνευσάντων, ἡ δὲ κατὰ Κίον κατάσκιος καὶ συνηρεφὴς εἰ καίως πως πολισθεῖσα διεκδρομὴ πρὸς Νίκαιαν ἤνοικτο, οὕτω ἐν φόβῳ καὶ τότε μεγίστῳ καὶ ὑποψίᾳ· τὰ γὰρ αὐτὰ τοῖς Χαλκι δεῦσι καὶ Ἁλιζῶσι καὶ οἱ Βέβρυκες ἐκ Πυλῶν καὶ Πυθίων παρω νυμούμενοι ἔπασχον. καὶ ἦν τοῖς ἀποβᾶσι θαλάσσης κατὰ τὴν Κίον, τὴν ἡμέραν προσκαρτερήσασι, νυκτὶ πιστεύειν τὴν σωτη ρίαν, καὶ καταλαβοῦσι τὸ ἐκεῖσε παράλιον τῷ περὶ τὴν Ἀσκα νίαν πλῷ χρῆσθαι, καὶ οὕτω κατὰ τὴν τοῦ αἰγιαλοῦ πύλην τῆς πόλεως ἀποβαίνουσι διεκπαίειν εἰς Νίκαιαν, ἐπεὶ οὐκ ἦν τότε τὰς πύλας ἀνοίγεσθαι ἐπικειμένων τῶν ἐχθρῶν, καὶ τὰ μέγιστα Νι καεῖς ἐκινδύνευον. διὰ ταῦτα τὸ ὅλον ὁ κρατῶν ἀναστέλλειν οὐκ 414 ἔχων τῆς συμφορᾶς πέμπει τινὰ Σιοῦρον στρατοπεδάρχην τῶν τζαγκρατόρων τετιμημένον, συνάμα τισὶ καὶ μερικαῖς ἐξόδοις χρημάτων, ἐφ' ᾧ καὶ ἄλλους ἐκεῖθεν πρὸς τὸ στρατεύεσθαι ἱκανώσειε. τῶν δὲ τοῖς κατὰ τὴν Κατοικίαν μέρεσι φανέντων ἀνατεθαρσήκασιν οἱ λαοί, καὶ ἐμφανεῖς ἦσαν τὸ ἀσφαλὲς ἐλπί ζοντες. τὸ δ' ἦν συμφορὰ τούτοις καὶ ὄλεθρος. ἐπιτίθενται γὰρ παμπληθεὶ νυκτὸς ὡσεὶ πεντακισχίλιοι τῶν ἐχθρῶν, καὶ τὰς πρὸς τὸ φρούριον ὁδούς, λαθόντες πᾶσαν αἴσθησιν, προκατα λαμβάνουσιν. οἱ δ' ἐπεισπεσόντες ἑτέρωθεν ἑτοίμην ἐδίδουν δῆ θεν πρὸς τὸ φρούριον τὴν φυγὴν κατὰ νώτου φεύγουσιν· οὐδὲ γὰρ ἦν ὑπιδέσθαι τὴν πεῖραν, ὅπου γε καὶ ὑπειδομένοις οὐκ ἦν ἱκανὰ πρὸς τὸ σώζεσθαι. καὶ τότε οἱ μὲν ὑποστάντες ἐσφάττοντο, γύναια δὲ καὶ παιδάρια πλῆθος μυρίον πρὸς τὸ φρούριον φεύγον τα ἄγρα ἦν ἑτοίμη τοῖς προκαταλαβοῦσι. καὶ τέλος οἱ τέως τοῖς ἄλλοις προσεπαμύνειν ἀποστελλόμενοι δρασμῷ μηχανῶνται τὴν σωτηρίαν, καὶ αὐτὰ προσαποβαλόντες τὰ βασιλικὰ χρήματα· ἔπειτα πῦρ ἐναύσαντες οἱ ἐχθροὶ τὰ ἐκεῖ κάλλη εἰς τέλος ἠμάθυ ναν. τότε καὶ Ἀτμὰν ὑποστρέφων σὺν τοῖς ἀμφ' αὑτόν, ἐπεὶ