1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

131

ποτνιᾶται πρὸς Γεννουΐτας, καὶ τὴν ζωὴν χιλιοστύϊ χρυσίνων παρ' ἐκείνων περι ποιεῖται. Ἀλλὰ μικρὸν ἢ ταῦτα γενέσθαι πρότερον, Μαγνησιώταις ἐκεῖνος τιμὴν ταμιεύων Κυκλώπειον, ὡς καὶ αὐτοὺς τὰ ὅμοια δράσων, κἂν ὑπερημέρει τὴν ἔκτισιν, τοῦ πιστεύειν ἐκείνοις πλέον τῶν ἄλλων καὶ παρὰ τοῦτο ἀποτεταμιεῦσθαι καὶ ἵππους τῇδε καὶ χρήματα, ἃ δὴ ἐκ τόσης ἀλαστορίας συνέλεγε, φθά νει σφαλῆναι προνοίᾳ τῶν οἰκητόρων. τὰ γὰρ τοῖς ἄλλοις συμ βαίνοντα καὶ αὐτοὶ κατὰ τὸ ἀναγκαῖον δείσαντες, καὶ μάλιστα προπαθόντες καὶ ὡς γεύματος τὸ πᾶν προμαθόντες, πρὸς ἀπο στασίαν ἀφορῶσι. τὸ δ' ἦν εὐχερὲς ἐννοῆσαι σφίσιν, ἐκ τοῦ πρὶν καθ' αὑτοὺς εἶναι καὶ διοικεῖσθαι πιστεύοντας τῷ πολίσμα τι, ἕρμαιον εἶναι τούτοις, οὐ θησαυροὺς καὶ μόνον ἐκείνους καὶ ἵππους, ἀλλὰ καὶ πλῆθος μάχιμον εἰσελθὸν καὶ μοῖραν οὐκ ὀλί γην τῶν Ἀλανῶν καὶ σιτῶνας πλήρεις, οὓς ἐπὶ χρόνον ἀρκέσον τας ὑπελάμβανον. ταῦτα καὶ τῷ Ἀτταλειώτῃ συνέδοξε περὶ ἑαυτῷ τὰ μάλιστα δεδιότι. καὶ πίστεις διδόντες τε καὶ λαβόντες 440 ἀλλήλοις καὶ παρ' ἀλλήλων τοὺς ἐντὸς Ἰταλοὺς τοὺς μὲν ἔργον μαχαίρας ποιοῦσι τοὺς δὲ καὶ ἀσφαλῶς καθειργνῦσιν. ἑαυτοὺς δὲ τὰ μάλιστα συγκροτήσαντες ὡς θανουμένους πάντως εἰ καθυ φεῖεν (οὐ γὰρ ἦν ἐλπίζειν ἄλλο, εἰ ὑπὸ χεῖρας τῷ μεγάλῳ δουκὶ γένοιντο), τὰς πύλας ἐν ἀσφαλεῖ θέμενοι δῆλοι ἦσαν ἀποστα τοῦντες. ὡς γοῦν ἀνάπυστα γεγόνει τἀκείνων, καὶ οὐκ ἦν κα ταπέψαι τὴν χλεύην ὄντα Ἰταλὸν καὶ οὕτως ἀπηνῆ καὶ φρονημα τίαν, τἆλλα θέμενος ἐν δευτέρῳ, παραλαβὼν τὰς δυνάμεις ἐκεῖσε γίνεται, χρώμενος μὲν καὶ παντὶ τῷ Ἰταλικῷ συμμαχοῦντι, οὐκ ὀλίγον δὲ συνεπαγόμενος καὶ Ῥωμαϊκόν, ἔτι δὲ καὶ Ἀλανοὺς ἐπὶ τὴν μάχην προσβιαζόμενος. ἑκάστης οὖν προσβάλλων ἐπο λιόρκει, μηχανήματα ἐφιστὰς καὶ ἑλεπόλεις προσετοιμάζων, καὶ πολλαχόθεν θερμαῖς τισὶ προθυμίαις (ἐξωτρύνετο γὰρ καὶ προ φανῶς λοιδορούμενος ἔνδοθεν) κατὰ πρόσωπον ἀπεπειρᾶτο τοῦ τείχους. οὐ μὴν δὲ καὶ οἱ ἐντὸς κατημέλουν, ἀλλὰ πρῶτον μὲν τὴν τοῦ ὕδατος χρῆσιν ἀναγκαίαν οὖσαν ὀχυροῖς τειχίοις μέχρι καὶ 441 ἐς τὰ Μάκαρος, οὕτω πως λεγομένου τοῦ τόπου, φθάσαντες ἐκρατύναντο· ἔπειτα τὰς κατ' ὄρος ὑπονόμους μακρόθεν ὑδρα γωγοὺς τῶν ἔξωθεν ἀνορυξάντων ὥστε μετοχετεύειν τοὺς ῥύακας, ἐκεῖνοι παμπληθεὶ στρατεύσαντες διεκώλυον καὶ ὡς οἷόν τ' αὐ τοῖς τὴν ὀχετηγίαν κατησφαλίζοντο. ἐπὶ τῶν πύργων δὲ πετρο βόλα καὶ ἰοβόλα στήσαντες μηχανήματα καρτερῶς ἠμύναντο καὶ ἀντεῖχον. τέλος τὰ χρήματα ἀπαιτούμενοι, οἱ δὲ μὴ ὅτι γ' ἐδί δουν, ἀλλὰ καὶ προσελοιδοροῦντο καὶ πικρῶς ἐχλεύαζον. διὰ ταῦτα καὶ χρόνος μὲν τῇ πολιορκίᾳ ἐτρίβετο, ἠμελοῦντο δὲ τἆλλα, ὡς μηδ' ἂν ἦσαν οἱ χεῖρα σφῶν ὑπερέξοντες. καὶ οἱ Πέρσαι πάλιν κατὰ λόχους καὶ οὐλαμοὺς ἀνέδην τοῖς ἐρημωθεῖσιν ἐπῄε σαν, ἤν τι που τῶν ὑπολελειμμένων ὄναιντο. οὐδεὶς οὖν ἐν χώραις ὑπελείπετο, ἀλλ' ὀλίγοι μὲν ταῖς πόλεσι παρεβύοντο, καὶ οὗτοι ἐκ τοῦ παρείκοντος, οἱ πλείους δὲ σοφώτερόν τι ποιοῦντες οἱ μὲν εἰς νήσους οἱ δ' εἰς ἀντιπεραίαν ὥρμων, καὶ τὰ αὐτῶν μακρόθεν ἑώρων, προσπελάζειν οὐ τολμῶντες οὐδ' ἐς βραχύ. οἱ δὲ τολμῶντες διὰ τὴν ἀνάγκην τῆς ἀπορίας αὐτόθεν πάσχον τες τὰ δεινὰ κατεμάνθανον, καὶ προμηθεῖς τοῦ ζῆν ἐποίουν τοὺς 442 ἄλλους αὐτοὶ πίπτοντες· οὐ γὰρ ὡς πολεμίους σφᾶς οἱ Πέρσαι, ἀλλ' ὡς κλῶπας ὧν αὐτοὶ διὰ σπάθης ἐκτήσαντο, ἀνὰ χεῖρας πεσόντας ἐτιμωροῦντο καὶ ἀνηλεῶς ἔσφαττον.

27. Ἐν τούτῳ καί τις νεανίας τὸ γένος Βούλγαρος, Χοι ροβοσκὸς τοὐπίκλην, ἀπὸ τοῦ ἐπιτηδεύματος οἶμαι τοῦ πάλαι, Ἰωάννης, πολέμοις τισὶν ἐνδιατρίψας κατὰ Μυσίαν, ὡς ἰσχυρί ζετο, ἀκούων τὰ κατ' ἀνατολὴν δρώμενα, καὶ ὡς ἀσυντάκτως οἱ Πέρσαι χωροῦντες καὶ κατὰ λόχους ἐρημωθείσας τὰς χώρας μηδενὸς κωλύοντος κατατρέχουσιν, ἀναλαμβάνει θάρρος, καὶ εἰς τριακοσίους τῷ ποσῷ προσεταιρισάμενος, τοξοφόρους καὶ κορυνήτας τοὺς πλείστους, τὸ μὲν πρῶτον πρὸς τῇ θαλάσσῃ γε νόμενος ἠβούλετο διαπεραιοῦσθαι, ἔτι κατ' ἀνατολὴν τοῦ βασι λέως