1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

84

εἶχε τὸ δῆλα γίνεσθαι ταῦτα τῷ πα τριάρχῃ οὐχ ἧττον ἢ καὶ τοὺς τῆς θαλάσσης χόας, ὡς λέγεται, ἐξιὼν ὡς δῆθεν συντακτηρίους ἀποδώσων τῷ βασιλεῖ, καὶ τὰ περὶ τούτου κινεῖν ἐν πρώτοις ἐβούλετο. βασιλεὺς μὲν γάρ, ἐπεὶ πόλλ' ἄττα τὰ προσιστάμενα τῷ συναλλάγματι κατεφαίνετο, τό τ' ἐφ' ὁρκωμοσίαις τὸν κράλην φρικταῖς τὴν τοῦ Τερτερῆ προσ λαβέσθαι, τό τε νομίμως δοκεῖν συνεζεῦχθαι, ἥ τ' ἀφηλικίωσις τῆς νεάνιδος, καὶ τὸ φθάσαι τὸν Σέρβον τὴν τἀδελφοῦ Στεφά νου γυναικαδέλφην, εἴτ' οὖν καὶ αὐτοῦ βασιλέως, τὴν τοῦ ῥη 280 γὸς Οὐγγρίας κόρην, κατὰ χρείαν τοῖς τῆς Σερβίας τόποις ἐπι στᾶσαν καὶ τὰ μοναχικὰ ἠμφιεσμένην πορνικῶς γνῶναι. ταῦτ' εἰς ἓν συναγόμενα αὐτάρκη τῇ πράξει προσίστασθαι κατεφαίνετο. ὁ γοῦν βασιλεὺς διὰ ταῦτα, ἅμα μὲν τὰ πολλὰ θεραπεύων, ἅμα δέ γε καὶ λογιζόμενος ὡς εἴ τι καὶ παρασπονδοίη ὁ κράλης ἐπὶ τοῖς συγκειμένοις αὐτῷ τε καὶ Τερτερῇ, οὐδὲν ἐσεῖται μῖσος τῇ ἐκκλησίᾳ μὴ ἀνάγκην ἐχούσῃ καθ' ἱερὰς τελετὰς διὰ τὴν ἀμιξίαν ἐκείνου μιμνήσκεσθαι, διὰ ταῦτα θαρρῶν οἷς ἐλογίζετο, οὔτ' ἐκοινοῦτο τῷ πατριάρχῃ τὴν πρᾶξιν καὶ ὅλαις ὁρμαῖς ἐχώρει διαπραξόμενος τὸ συνάλλαγμα. πατριάρχης δ' αὖθις ὑβριοπα θῶν ἴσως ὑπερφρονούμενος ἐν τοιούτοις οἷς καὶ μᾶλλον ἔδει τῆς αὐτοῦ γνώμης, δοκῶν δὲ καί τι λέγειν ἄξιον εἰς τὸ καὶ ἑαυτὸν δεικνύναι μετεῖναι τῶν τοιούτων οὐχ ἧττον, καίτοι γε καὶ τῶν ἐνοχῶν ἀνεὶς τὴν τοῦ κράλη μητέρα ἀξιώσασαν πρότερον ἐφ' οἷς ἐπὶ τῇ τοῦ Τερτερῆ ἐνείχετο, εὔλογα λέγειν ἐδόκει. ὡς τοίνυν βασιλεὺς ᾔδει εἰς τοῦτ' ὄντα τὸν πατριάρχην, προῆγε τοῦτον εἰς Σηλυβρίαν, αὐτὸς ἐν ∆ριπείᾳ καὶ ἔτι παρακαθήμενος. ὡς δὲ 281 τῆς πρώτης ἑβδομάδος ἐνστάσης τῶν νηστειῶν ὁ μὲν πατριάρχης καταλαβὼν τὴν Σηλυβρίαν καὶ βασιλέα προσαπεκδεχόμενος τῷ τέως ἡσύχαζε,

(2) βασιλεὺς δὲ σχολαίως κατὰ μικρὸν προσῄει, Σηλυβρίας ὀψὲ σαββάτου ἐπέβαινεν. ἡ μετ' αὐτὴν μὲν καὶ ὑστε ραία (ἡ δ' ἦν ἡ τῆς ὀρθοδοξίας ἡμέρα) ἐφίσταται, καὶ τότε μετὰ μεσημβρίαν κατ' ἔθος τῆς ἱερᾶς τελουμένης λειτουργίας ἐπιμι γνύει τῷ πατριάρχῃ κατὰ τὸν ἐκεῖσε νεὼν τῆς μονῆς τοῦ σωτῆρος, καὶ ὅσον ἦν ὁμιλεῖ. οὐκ ἦν δὲ πάντως τότε προσαναφέρειν πα τριάρχην ἃ δὴ κατὰ σχολὴν τὴν πρέπουσαν κινεῖν ἠβούλετο, ὧν ἦσαν δύο τὰ μέγιστα, περὶ ὧν ἐσπουδάκει πλέον προσαναφέρειν, ἓν μὲν περὶ τοῦ Ταρχανειώτου Ἰωάννου (ἔτι γάρ, ὡς ἐπέμφθη, τῶν τῆς ἀνατολῆς μερῶν ἡγεμόνευεν) ὡς οὐ δίκαιον ὂν ἄλλως οὐδ' εὔλογον ἄνδρα τῆς ἐκκλησίας ἀποσχιζόμενον, καὶ πολλὰ σὺν ἄλλοις καὶ αὐτοῦ πατριάρχου λιπαρῶς ἐφ' ὕβρεσι καθαπτόμενον, ἐν ἀξίαις εἶναι μεγίσταις ἡγεμονίας καὶ ἀνέδην κατεπαίρεσθαι τῶν πολλῶν, καὶ μᾶλλον τῶν ἐκεῖσε ἀρχιερέων, ὡς ἔλεγε, δεύ τερον δὲ τὸ περὶ τοῦ συναλλάγματος· εἶναι γὰρ αὐτῷ πόλλ' ἄττα τὰ προσιστάμενα, ἃ δὴ καὶ χρῆναι σκέψει διδόναι καὶ οὕτω τὸ φανὲν ἀσφαλὲς ὑπ' αἰδοῖ τῶν νόμων καὶ διαπράττεσθαι. τούτων ὄντων τῷ πατριάρχῃ διὰ σκοποῦ, ἐπεὶ τὰ τῆς ἱερᾶς τελετῆς τέλος 282 εἶχε καὶ ἤδη ἀπαίρειν ἐκεῖθεν ὁ βασιλεὺς ἡτοιμάζετο, ἅμα τε ὀλίγ' ἄττα τῷ πατριάρχῃ περί των ὡμίλησε, καὶ ἅμα ὥσπερ ὑποτεμνό μενος τοὺς λόγους ἐκείνῳ εὐλογίαν ἐζήτει καὶ συνετάττετο. ὁ δὲ τῷ καιρῷ συγκλασθεὶς τὸ νυμφίον ἐζήτει βλέπειν καὶ εὐλογεῖν· οὐδὲ γὰρ εἰκὸς εἶναι ἄρτι πρώτως μετὰ τὴν ἡλικιῶτιν σχεδὸν με τάβασιν, καὶ οὐ πολλῷ τινὶ χρόνῳ μετὰ τὰ ἀμφιδρόμια, μὴ τὸν πατριάρχην βλέπειν καὶ εὐλογεῖν. ἠβούλετο δέ οἱ τὸ δρᾶμα λό γους ἐντεῦθεν ἀνακινηθῆναι τῶν τελουμένων, ἐφ' ᾧ καὶ λαλῆσαι βασιλέως ἐπισχόντος. ὡς γοῦν φανεῖσαν ηὐλόγει καὶ ἀμηγέπη τῶν λόγων ἥπτετο, δόξαν ἀναχωρεῖν βασιλεῖ διὰ τὸν καιρόν, θεραπείας ἧς ἤπειγεν ὁ καιρὸς ἀξιῶν ἐπὶ τοῖς λεγομένοις τὸν πα τριάρχην, τὴν προκειμένην βαδίζειν ἠπείγετο. ἐκεῖνος δὲ παρὰ πᾶσαν ἐλπίδα τῶν προσδοκωμένων ἀποκρουσθεὶς ἀλύειν ἤρξατο, καὶ μὴ ὑποστρέφειν ἠπείλει καὶ δι' Ἰωάννην οὕτως ἡγεμονεύοντα καὶ διὰ τὰ παρόντα. ὡς γὰρ καὶ περὶ τούτων κινῶν τὰς θερα πείας ἤκουεν ἀπαντώσας, οὐδὲν πλέον ἢ προσαλγήσας ὅτι συν τέμνοντος τοῦ καιροῦ τῶν