1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

72

Ἱπποδρόμου σφενδόνῃ ἱστάμε νος, τὴν τῶν νεῶν ἀναγωγὴν κατεπώπτευε. κάτωθεν δὲ οἱ περὶ τὸν μέγαν δομέστικον Ἰωάννην τὸν Σεναχηρεὶμ καὶ Ἄγγελον τῆς στρατιώτιδος τάξεως ὡπλισμένοι διέθεον ἔνδον καὶ αὐτοὶ τοῦ τείχους, ὅπου ἂν αἱ νῆες προσβάλλοιεν, ἐννοίας οὔσης (οὐ γὰρ εἶχον ἀκριβῶς εἰδέναι τὴν ἄφιξιν), μή τί που καὶ τῶν δεινῶν ἐπὶ 238 τῇ πόλει καταπανουργεύσαιντο, ὥστε καὶ τὰς πύλας ἐγκεκλεισμέ νας πολλοῖς ἔνδοθεν τοῖς ὁπλίταις διατηρεῖσθαι, μιᾶς δὲ κατὰ τὴν μονὴν τοῦ ἁγίου Λαζάρου πυλίδος ἀνοιχθείσης κατ' αὐτὴν ἐξελθεῖν τὸν ἀπὸ βασιλέως πρὸς ἐκείνους σταλέντα περιφανῆ τινὰ ἄνδρα Βενετικὸν κατὰ χρείαν πρεσβείας ἐνταῦθ' εὑρισκόμενος, ὥστ' ἐρωτῆσαι καὶ μαθεῖν ἐφ' ᾧ παραγένοιντο ἐκείνους, καὶ τὸν ἀπόστολον παρακατασχεῖν, καὶ μηδὲν ἀξιῶσαι τῶν εἰς ἀπόκρισιν. παρ' ἣν αἰτίαν καὶ μᾶλλον τοὺς κατὰ τὴν πόλιν Βενετικοὺς ἐν δειναῖς ὑποψίαις ἄγοντες φυλακαῖς διετήρουν. ἐκεῖνοι δὲ τότε, ὡς προσελῶντες ἀνήγοντο, νῆας μακρὰς φανείσας Γεννουϊτῶν ἐγγύθεν πλεούσας ἐπέσπευδον τὴν πρὸς ἐκείνας. ἀλλ' αἱ μὲν ἐλαφραὶ οὖσαι, θαρροῦσαι τῇ ταχύτητι, ἐπ' ὀλίγον προσέμε νον, καὶ πλησιαζόντων ἐκείνων αὐτοὶ ταχυναυτοῦντες πολλῷ πλέον ἢ πρότερον ἀπεῖχον διάστημα. τοῦτο δὶς καὶ τρὶς γεγο νός, ἐπεὶ ἑώρων πονοῦντες ἀνήνυτα, ἀφέντες ἐκείνους πληροῦσι νεῶν τὸν λιμένα τὸ Κέρας. καὶ Γεννουΐτας μὲν οὐ κατὰ τὴν περαίαν καταλαμβάνουσι. τὴν γὰρ τῶν νηῶν ἐκεῖνοι προεγνω κότες ἔφοδον, προσλιπαροῦσι βασιλέα αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας καὶ πράγματα ἐντὸς πόλεως δέξασθαι· φανερὰν γὰρ ἐπὶ σφᾶς εἶναι τὴν ἔφοδον. οἷς δι' ἀνάγκην βασιλεὺς γίνεται κά 239 ταινος, καὶ τὸ κατὰ Βλαχέρνας μέρος σφίσι δίδωσιν, ὅπου νῆας ἰδίας βυθίζουσιν ὡς φυλάξοντες, αὐτοὶ δὲ τὴν ἐκ τῆς ἰδίας χει ρὸς ἕκαστος πρὸς τὸ συμβὰν παραμυθίαν ζητῶν τῆς εἰς τὸ δυνα τὸν οὐκ ἠμέλουν σωτηρίας. διὰ ταῦτα κἀκείνους κακοῦν οἱ ἐπιόντες οὐκ ἔχοντες, σκευαγωγησάντων καὶ τῶν Ῥωμαίων ἐκ τῆς περαίας, πῦρ ταῖς τῶν Ἰταλῶν οἰκίαις ἐνίεσαν καὶ κατεπίμπρων τέλεον. κἀκεῖνοι μὲν τῷ κατεπαίρεσθαι τῶν ἐντὸς ἀπειροκαλίας αἰτίαν εἶχον, ἐπιμαινόμενοι τοῖς ἀψύχοις, οἱ δ' ἐντὸς τέως ἀνάνδρων ἔφερον σχῆμα κατεπτηχότες ὑπὸ τοῖς τείχεσιν. οἱ δ' ἐς τοσοῦτον αὐθαδείας ἐξώκειλαν, ὥστε καὶ συγκείμενον παρὰ βα σιλέως ἀρχῆθεν τοῦ δεξαμένου τὰ γένη ὥστε διαφορᾶς ξυμβάσης αὐτοῖς ἐκτός, ἔνδοθεν μὲν τῶν τῆς Ἀβύδου στενῶν ἔνδοθεν δὲ τοῦ Φάρου, οὕτω κατὰ θάλατταν μάχεσθαι, τὸ μέσον δὲ τού των πάσαις ἄβατον μάχαις ὥς τι τῶν ἀφωσιωμένων καὶ ἱερῶν καὶ ἀμφοτέρους διατηρεῖν, αὐτοὶ ἐκ φρονήματος κατεπαρθέντες μεί ζονος, παριδόντες καὶ τὰ συγκείμενα, ἐντὸς αὐτῆς τῆς βασιλέως οἰκίας κατὰ τῶν ἱκετῶν τῇ βασιλείᾳ πολέμους ἐξέφερον. καὶ διὰ ταῦτα βασιλεὺς μισήσας τὴν σφῶν ἔπαρσιν, ἐφίησι καὶ Ῥωμαίοις 240 Γεννουΐτας προσαμύνειν καταστᾶσιν εἰς πόλεμον. ὅθεν κἀκεῖνοι μὲν ἐξερχόμενοι καὶ ἰλαδὸν συνταττόμενοι διεμάχοντο γαίηθεν τοῖς ἐκ τῶν νηῶν. τὸ δὲ τοῦ βασιλέως στρατιωτικόν, ὅσον ἦν ἐν πεζοῖς τε καὶ ἐλαφρόν, ἐκ τειχῶν προκύπτον, τόξοις βάλλον τες καὶ σφενδόναις τοὺς ἐν ταῖς ναυσὶν ἐκάκουν καὶ τὰς ἐμβολὰς σφῶν ἐποίουν ἀσθενεστέρας. ἤδη δὲ καὶ πετροβόλον μηχάνημα διεκίνουν, ἐκεῖσε τοῦ βασιλέως ἔξω βελῶν ἱσταμένου καὶ βλέπον τος, καὶ μεγίστοις τοῖς ἀπ' ἐκείνου λίθοις τὰ τῆς ἡμετέρας νεὼς κόρυμβα, ἣν ἐκεῖνοι κατεῖχον πολεμοῦντες ἐκεῖθεν κατὰ τοῦ τεί χους, κατέφλων πέμποντες, καὶ τῆς ὁρμῆς τοὺς ἄνδρας ἀνέ στελλον. ἐπεὶ δὲ καὶ ἐσοψὲ ὁ πόλεμος διετείνετο καὶ ἅπαν τὸ παρ' ἐκείνων μηχάνημα ἔργων ὑστέρει καὶ οὐδὲν ἠνύοντο, ἐκ μα νίας ἀπαλλάξαντες πλείστης ὅτι καὶ αὐτοὶ Ῥωμαῖοι τούτοις ἐπῄεσαν, στραφέντες αὐθημερὸν πῦρ ἐμβάλλουσι καὶ ταῖς τῶν Ῥω μαίων οἰκίαις, καὶ καταφθείρουσι τέλεον. δι' ὅλης μὲν οὖν νυκτὸς τὸ πῦρ ἐνέμετο τὰς οἰκίας, φλεγομέναις δ' ἐπανέτειλεν ἡ ἡμέρα. αὐτοὶ δὲ τάς τε ναῦς προσελάσαντες καὶ τοῖς θυρεοῖς φραξάμενοι μάχην στερρὰν ἐγείρουσι Γεννουΐταις. οἱ δὲ τὰς ἐμβολὰς καὶ πάλιν δεχόμενοι ἀπημύνοντο, ἕως καί τινα τῶν ἐν μεγιστᾶσιν