1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

148

μάλα τὸ πλεῖστον φυ λαττομένου τὸ πρὸς τοὺς ὅρκους ἕτοιμον, ὥστε καὶ ἀσφαλεῖς προσίστασθαι τοὺς δευτέρους δοκεῖν διὰ τὸ στερρῶς τῶν φθα σάντων ἀντέχεσθαι, ὁμολογοῦντος καὶ ταῦτα τὴν πρὸς τὸν Θευ 500 δερίχον φιλίαν. εἰ γὰρ τὴν πρὸς τῶν πολλῶν εὐδοξίαν τῷ νοῦν ἔχοντι προτιμᾶν, προύργου καὶ τὸν εὐλόγων· χρὴ γὰρ πάντως, ὡς Πλάτων λέγει, οὐ περὶ σμικροῦ ποιεῖσθαι τὸ δοκεῖν ἀγαθοὺς εἶναι τοῖς ἄλλοις ἢ μὴ δοκεῖν. οὐ γὰρ ὅσον οὐσίας ἀρετῆς ἀπε σφαλμένοι τυγχάνουσιν οἱ πολλοί, τοσοῦτον καὶ τοῦ κρίνειν τοὺς ἄλλους, ὥστε καὶ τοὺς σφόδρα κακοὺς εὖ τοῖς λόγοις καὶ ταῖς δόξαις διαιρεῖν τοὺς ἀμείνους τῶν ἀνδρῶν καὶ τοὺς χείρονας. εἰ γοῦν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐπὶ τοῖς πρακτέοις οὕτω δεῖ θηρᾶσθαι, ὡς δοκεῖ Πλάτωνι, πολλῷ γε μᾶλλον τὴν πρὸς βα σιλέως, καὶ ταῦτ' ἐπὶ πίστεων ἐμπεδώσεσι. διὰ τοῦτο καὶ δέ χεται μὲν ὁ κρατῶν τὴν ἀξίωσιν, ἄρχεται δὲ μαρτυρεῖν ἐκείνῳ καὶ τὴν περὶ τὴν γνώμην εὐθύτητα, καταλαμβάνων ἐκεῖνον, ὡς ἔλεγε. τοῦτο δὲ καὶ ἀναγκαίως προύβαινεν, οἶμαι, διὰ τὴν πρὸς τὸν προηγησάμενον σύγκρισιν.

13. Οἱ μέντοι γε Ἀμογάβαροί τε καὶ Κατελάνοι, καθά περ τι πλῆθος χαλάζης τετρυγὸς ὀλέθριον εἰσπεσόντες, πᾶσαν ἐκάκουν ἣν ἐπέσχον καὶ ἧς ἐπελάβοντο, οὐδενὸς φειδόμενοι τῶν ὅσα δείκνυσι τὸν εἰργασμένον κακοῦργον καὶ βίαιον, ὡς ἄλλην τινὰ βαρβαρικὴν καταδρομὴν πάσχειν τὴν δύσιν, ἀνύποιστόν τινα 501 παρὰ τὴν προτέραν οἰστὴν οὖσαν καί γε φερτήν, τὴν ἐπ' ἀνα τολῆς, κατὰ σύγκρισιν, ὅσον ἐκείνην μὲν ὡς παρ' ἐχθρῶν οἱ πειρώμενοι λογιζόμενοι ἔφθασαν καί τινες τὸ δεινὸν προφυγόντες, τῷ τῶν ἄλλων φόβῳ σωφρονισθέντες, ταύτην δὲ οὐκ εἶχον ὅπως ἂν καὶ διάθοιντο, δεχόμενοι μὲν ὡς φίλους τοὺς ἐπιόντας, πει ρώμενοι δὲ ὡς παλαμναιοτάτων τούτων ἐχθρῶν. ἐπ' ἴσης δὲ καὶ τούτοις κἀκείνοις ἤν τις ἀντιβαίνοι, τὸ ξίφος εἰς ἄμυναν ἦν. μό λις πόλλ' ἄττα διαπραξάμενοι, καὶ μηδὲν πλέον ἔχοντες πράττειν (τῆς γὰρ ἐς τὰ πρόσω καὶ ἔτι ὁρμῆς ἀνεκόπτοντο· τὸν γὰρ βα σιλέα Μιχαὴλ καὶ τὰς περὶ τοῦτον δυνάμεις ὡς αὐτίκα καταδρα μουμένας αὐτῶν ἐκ τοῦ εἰκότος, ἢ καὶ ἐξ ὧν ἤκουον μᾶλλον, ὑπώπτευον) ἔγνωσαν ἄλλως μετελθεῖν τὰ πράγματα.

(14) καὶ καθ' ἑαυτοὺς γεγονότες, ὡς δῆθεν καὶ τοῦ ἄγοντος κατολιγω ροῦντες, ἀποστόλους πρὸς βασιλέα πέμπουσι τὰ ὑπὲρ αὐτῶν πρεσβεύσοντας, πολλὰ μὲν καὶ δεινὰ πρᾶξαι ὁμολογοῦντες τὴν χώραν, πλὴν ἐκ βίας, μὴ τὰς μισθοφορίας ἔχοντες, ἐξ ὧν εἶχον ἂν τρέφεσθαι· τοὐντεῦθεν δὲ ταύτας λαβόντας, εἰ βασιλεὺς θέ λοι, ἀπηνὲς μηδὲν μηδ' ἀτάσθαλον πράττειν, ἀλλ' ὠνουμένους δικαίου δόματος διαζῆν ὑπισχνοῦντο, ἑαυτοὺς δὲ παρέχειν ἑτοί 502 μους, ὅπου ἄρα καὶ προσταχθεῖεν ἰέναι, πιστῶς καὶ ὡς ἐχρῆν ἀγαθοῖς ὑπηκόοις δουλεύσοντας. ταῦτα βασιλεὺς δεξάμενος τὰ μηνύματα τὸ μὲν ὅσαπερ ᾔτουν διδόναι, οὐδ' ἴκταρ βάλλων, οὔ μενουν ἐδοκίμαζε, δυσχερὲς ὂν καὶ ἄλλως καὶ τῶν ἀδυνάτων ἔγ γιστα· δοκεῖν δ' ἀποπέμπειν δεσποτικῶς δικαίως δοκοῦντας λέ γειν ἠδόξει τὸ σύμπαν, οἷός τ' ὢν μᾶλλον ἐλέγχειν. τῷ τοι καὶ τοῖς περὶ τὸν μέγαν ἑταιρειάρχην τὸν ∆ούκαν ἤδη γὰρ αὐτὸν καὶ τῶν εἱρκτοσυνῶν ἀνεὶς ἐπὶ τῆς ἀξίας καὶ αὖθις εἶχεν, οὐκ ἄλλως ἀνεὶς εἰ μὴ τοῦ τότε μεγάλου δουκὸς θέλοντός τε καὶ μεσι τεύοντος, ὡς ἐπ' αὐτῷ πίπτειν τὴν χάριν. τότε τοίνυν τοῖς περὶ ἐκεῖνον ἐφίησιν, ἀλλὰ καὶ λοιποῖς οἵπερ ᾔδεσαν, καὶ σφάκε λοι πλήρεις γραμμάτων τῶν ἀτασθαλιῶν ἐκείνων δίδονται. συνε ποσοῦντο δέ, μεθ' ὧν καὶ αὐτὸς κατὰ φιλοτιμίαν ἐδίδου, εἰς χιλίας χιλιοστύας νομισμάτων ἐγγύς. ἃ δὴ καὶ προτείνων τοῖς ἀπεσταλμένοις τῷ Μπυριγερίῳ μεγάλῳ δουκί, ἤδη καὶ συμβούλῳ γ' ὡς τὸ εἰκὸς χρώμενος, προσανετίθει τὰ τῆς κρίσεως δικαιολο γούμενα. τούτου ὑπερθαυμάσαντος τὴν δαπάνην, ἐκείνους μὲν οὕτως ἀπράκτους ἀποπέμπει, ὀλίγιστόν τι δοῦναι πρὸς ὅπερ ἐζή 503 τουν, πολὺ κατ' αὐτὸ ὄν, ἑτοίμως καθυπισχνούμενος, ἂν τέως περῷεν καὶ ἐκδουλεύοιεν· μηδὲ γὰρ πάντων χρῄζειν, ἀλλὰ καὶ ταῦτα ποιεῖν τῆς πρὸς τὸν γαμβρὸν μόνης ἕνεκα χάριτος.