1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

117

392 χαλεπώτατον. ὅμως πέμπει μὲν αὐτίκα καὶ ἰατρούς, πέμπει δὲ καὶ τῶν οἰκείων τὰ κράτιστα. τὸ πλέον δὲ ἢ μᾶλλον, εἰπεῖν τἀληθές, τὸ ὅλον, ἐθάρρει τῷ ἐκ θεοῦ καὶ τῆς πανυμνήτου ἐλέει, οἷος αὐτὸς ἐπὶ τοῖς τοιούτοις ἐῴκει, ὥστε καὶ ἀραρότως ἐπ' αὐτῇ πεποιθέναι καὶ τὰ εὐχαριστήρια ταύτης ἐπαγγέλλειν ψάλλεσθαι, κἂν αὐτὴ ἐφιστῷτο ἡ ἀναστάσιμος. τότε γοῦν καὶ ἐπὶ πλέον ἐποτνιᾶτο, καὶ τῷ ἐκ τῆς φωταγωγοῦ ἐλαίῳ, πέμπων καὶ μοναχὸν ἐκ τῆς μονῆς, φιλοτίμως ἐδωρεῖτο τὸν κείμενον. ἦν δὲ ἄρα ὁ μοναχὸς ἀποβὰς τῆς νεὸς ἀνάνηψις τῷ κειμένῳ, καὶ περὶ αὐτοῦ μήπω φανέντος ὁ ἤδη νεκρὸς ἐπυνθάνετο ἐξ ὀνείρων αὐτίκα χρηστῶν, καθ' οὓς εὐσταλής τις γυνὴ ἧλον τοῦ πονοῦν τος μέρους ἀποσπᾶν ἐῴκει, "ἴδετε" λέγων, εἰ μοναχὸς ἐπ' αἰ γιαλοῦ ἀποβὰς ἵσταται φέρων καὶ δῶρα τῆς θεομήτορος." οἱ δ' ἐπιστάντες εὐθέως τὸ ἀκουόμενον καθεώρων, καὶ ἡ ἐπιδημία τοῦ μοναχοῦ σὺν ἁγίῳ ἐλαίῳ ἐπανάκλησις ἦν τῷ νοσοῦντι, ἐν ὅτι πλείστῳ τῷ θειασμῷ γενομένη μετὰ θαύματος.

11. Ὀλίγον δὲ πρὶν ἢ ταῦτα γενέσθαι, Ποσειδεῶνος μη νὸς ὀγδόῃ, σεισμὸς ἐνσκήπτει, κατὰ μὲν τὰ ἐνταῦθα μέρη ἄγνω στος τοῖς πολλοῖς, ὥστε μηδὲ σημῆναι τὸν κλόνον, κατὰ δὲ τὸ διὰ Ῥόδου κλίμα καὶ πρόσω λαμπρὸς καὶ τῶν πώποτε μνημο 393 νευομένων ὁ χαλεπώτατος. ὅθεν καὶ Ῥόδος μὲν αὐτὴ πᾶσα ἐς τὸ παντελὲς ἀνατέτραπται, ἤκουστο δέ γε καὶ περὶ Ἀλεξανδρείας καὶ τῶν ἐξ ἴσου ταύτῃ τὰ πάνδεινα. Κορώνη δὲ καὶ Μεθώνη καὶ τὰ πολλὰ τῆς Πελοποννήσου, οὐκ ἐλάχιστον δὲ μέρος καὶ Κρήτης, σεισμοῦ γεγόνασι παρανάλωμα.

12. Κατὰ τὸν ἐπὶ τούτῳ Γαμηλιῶνα τῆς δευτέρας ἐπινε μήσεως εἶδεν ἡ Κωνσταντίνου καὶ τὸν Λατῖνον Ῥοντζέριον, ὡς μὴ ὄφελεν, ἅμα ναυσὶν ἰδίαις ἑπτὰ καὶ συμμαχικῷ στόλῳ ἐκ Κα τελάνων καὶ Ἀμογαβάρων πλείστῳ, εἰς χιλιοστύας ὀκτὼ ποσου μένῳ, προλαβόντος ἐκεῖνον καὶ τοῦ Φαρέντα Τζιμῆ καὶ συμπο σοῦντος τὸ στράτευμα. ἀλλ' ὁ μὲν Τζιμῆ εὐγενὴς ἦν, καὶ οὓς ἦγεν ἰδίους εἶχε, καὶ ἀκλητὶ παραγέγονε, συμμαχήσων ἐπὶ τοὺς Πέρσας, εἰ βούλοιτο βασιλεύς, πλὴν ἐπὶ ῥητῷ τῷ μισθῷ· ὁ δέ γε Ῥοντζέριος ἐκ προσκλήσεως ἄνεισιν, ἀνὴρ νέος τὴν ἡλικίαν, γοργωπός, ταχὺς εἰς ὃ ῥέψοι, καὶ τὰς πράξεις θερμός. περὶ οὗ βραχέα βούλομαι προειπεῖν ὡς πέπυσμαι· εἰ δέ γε τῆς ἀληθείας ὁ λόγος ἐκκλίνειεν, οὐχ ὁ γράφων ἀλλ' ἡ φήμη τὴν μέμψιν φε ρέτω. οὗτος τῇ κατὰ Συρίαν Πτολεμαΐδι, ὅτ' ἐν τοῖς οὖσιν ἦν καὶ τὸ περίπυστον ἐν πόλεσιν εἶχε, τῷ Τέμπλῳ κατὰ φρερίους ἐνήσκητο. ὡς δ' ἐκείνη παρ' Αἰθιόπων ἡλίσκετο, ὡς ἐν τοῖς ἄνωθι λόγοις ἐλέγομεν, καὶ τἀκεῖ κατέστραπτο, χρήματα νοσφι 394 σάμενος τῆς μονῆς καὶ μακρὰς συσκευασάμενος νῆας ἐπεῖχεν Ἀγα ρηνοῖς, καὶ πειρατὴς βιαιότατος πολλούς τ' ἔχων αἱρετιστὰς νεω τέρων πραγμάτων ἀντείχετο. πλούτῳ δὲ καὶ τρυφῇ σὺν τοῖς ἀμφ' αὐτὸν ὑπερηφανῶν ἐκ τῶν σκυλευμάτων τῶν κατὰ θάλασ σαν τάξιν ἐκείνην τῶν φρερίων καὶ σχῆμα χαίρειν ἐᾷ, καὶ ἐπὶ ναυσὶ κραταιωθεὶς πλείοσι τῷ ἐκ τοῦ Μαφρὲ ἀνέκαθεν Θευδερίχῳ Σικελίαν κατέχοντι, κατά τινα γονικὴν ἀποστασίαν τῆς ἐκκλησίας ἀποστατοῦντι καὶ διὰ τοῦτο εἰς πολέμους καὶ μάχας πρὸς τὸν Κάρουλον καταστάντι, πρόσεισι ῥόγαις τακταῖς βοηθήσων σὺν οἰκείῳ λαῷ. καὶ ἐπὶ χρόνῳ κατά γε συμμαχίαν συνὼν Θευδερίχῳ μετὰ τῶν οἰκείων προσεβοήθει. ἐπεὶ δ' ὁ πόλεμος παῦλαν ἔσχε καὶ σπονδαῖς ἐπιγαμίοις οἱ τέως πολεμοῦντες εἰρήνευον (τὴν γὰρ Ἐκατερίναν ὁ τοῦ ῥηγὸς ἀδελφὸς εἰς γάμον λαμβάνει, ὃν καὶ εἰς βασιλέα στέψας ὁ πάπας, καὶ δίχα τέρας, εἴτ' οὖν γῆς, ἐπικη ρύξας κράτορα, περὶ τῆς πόλεως ἐκείνῳ τὰς ἐλπίδας ἀνήρτα διὰ τὴν νύμφην οὖσαν τοῦ Βαλδουΐνου ἐγγόνην), ἐπὶ τούτοις καὶ τῆς ἐκκλησίας ἱλεουμένης πέμψας ὁ πάπας ζητεῖ τὸν Ῥοντζέριον. ὁ μέντοι Θευδέριχος οὐ πρέπον γνοὺς οὐδ' ἄλλως δίκαιον προδι δόναι τὸν ἐπὶ καιροῖς ἀναγκαίοις φανέντα χρήσιμον (ἐφῆπται γὰρ αὐτόθεν οἱ καὶ τὰ δεινὰ ὡς τὸ σχῆμα καταπατήσαντι), ἱκα νὴν μὲν αὐτῷ φιλοφροσύνην τῷ πάπᾳ δὲ πρὸς τὰ ζητούμενα