1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

188

Ἀμογαβάρους, ἐπεὶ καὶ οἱ περὶ τὸν Τζιμῆν, ὡς ἐλέγομεν, ἐπὶ τὴν Αἶνον γενόμενοι ἐπολιόρκουν καὶ ἐνεργέστερον ἐπεχείρουν, ὥστε καὶ ἀνορύττειν ἐκ μέρους τἀκείνης θέμεθλα, εἰ καὶ πέτρα συμφύτῳ προσαράξαντες οὐκ εἶχον ὅ τι καὶ πράττειν. τέως δὲ καὶ οἱ ἔνδον, ἑνὸς τῶν τέχνην ὀρύττειν ἐχόντων προσφυγόντος ἐκείνοις, ἀνώρυττον ἔνδοθεν ἀντικρύ, καὶ προτερήσαντες αἴφνης τὸ ἀνορυττόμενον προσάξαντες τοὺς ἔξωθεν ἐκεῖ συνέσχον καὶ ἐξηφάνισαν. σιτηγεῖσθαι δ' ἤθελον, ὅτι καὶ λιμοῦ ἐκινδύνευον γίνεσθαι παρανάλωμα. ὅθεν καὶ μικράς τινας νῆας ἐξετοιμασά μενοι ἐς τὸ πέραν κατήπειγον τῆς Μαρίτζης, ἐφ' ᾧπερ ἐκ Βολε ροῦ σιταρκοῖντο. αἷς δὴ καὶ κατὰ θάλασσαν ἐντυχόντες οἱ τοῦ ἐπὶ τοῦ στρατοῦ ἐπὶ τὴν ἐπ' αὐτὰς ἐπέσπευσαν δίωξιν, λιχνευ σάμενοι πρὸς τὸ θήραμα. τάχ' ἂν καὶ κατηυστόχουν τῆς ἄγρας εἰς τέλος· εἰ γὰρ ὑφεικότων τούτων τῆς ἐλασίας ἐκεῖνοι ἀνωΐστως καὶ εἰσέτι τὸν ποταμὸν παρήλλαξαν, καὶ ἐπὶ τῶν πέραν τόπων ἐς ὅσον ἦν ἀποτέρω ἐγένοντο, τάχ' ἂν φθάσαντες οὗτοι ἐντὸς ἀφύκτων ἀρκύων εἶχον ἐκείνους, μηδὲν ὠφεληθησομένους, εἰ καὶ τῇ χέρσῳ προσήραττον, ἀδυνάτου ὄντος ἐπανασώζεσθαι πρὸς 640 τοὺς ἰδίους διὰ τὸ μεταξὺ ἐμποδὼν κεῖσθαι τὸν ποταμόν. νῦν δ' ἀλλὰ λιχνευσάμενοι οἱ ἡμέτεροι ἐμφανεῖς ἦσαν ἐκείνους κατα διώκοντες πρὶν παραλλάξαι τὸν ποταμόν. ὅθεν καὶ ἐν στενῷ τῆς σωτηρίας ἐλθόντες, ἐπεὶ οὐκ ἦν σφίσι πρὸς τὰς τοῦ βασι λέως μάχεσθαι, προσαράττουσι τῇ ξηρᾷ, καὶ τῇ χέρσῳ πιστεύ σαντες ἑαυτούς, τινῶν ἑαλωκότων συνάμα ταῖς ναυσίν, οἱ πολ λοὶ σώζονται. οἱ μὲν οὖν ἔργον μαχαίρας, αἱ δὲ πυρὸς ἐγένοντο παρανάλωμα. Γίδας δέ τις ἀνεψιὸς Θευδερίχου τοῦ κατὰ Σικελίαν ἐξάρ χοντος, ἀκουσθὲν ὡς οὐδὲν ὅλως οἱ τῶν Ἀμογαβάρων ἐξάρχον τες συμφωνοῦντες ἑνὶ τὴν σφῶν ἡγεμονίαν πιστεύουσιν, ἀλλ' οἱ μὲν ὑπὸ τὸν Φαρέντα Τζιμῆν ἐθέλουσι τάττεσθαι, οἱ δὲ σὺν αὐτῷ τῷ Φαρέντᾳ τὴν ἡγεμονίαν τῶν ὅλων Μπυριγερίῳ προτρέ πουσι (καὶ γὰρ οὗτος αὖθις ἐπανῆλθε, καθὼς ἐν τοῖς ἄνω λό γοις ἐλέγομεν, οὐκ οἶδα πῶς ἐκ Γενούας ἀποδράς), οἱ δὲ περὶ τὸν Ῥομοφόρτον ταττόμενοι τῶν λοιπῶν οὐδὲν ἐπαΐουσι (μηδὲν γὰρ αὐτὸν Ῥομοφόρτον τὸ ὑπὸ τὸν Μπυριγέριον τάττεσθαι κατα δέχεσθαι), (34) διὰ ταῦτα ὁ τοιοῦτος παρὰ Θευδερίχου συν άμα μακραῖς ναυσὶν ἑπτά, ὡς ἡ φήμη εἶχεν, ἐξαποστέλλεται. οἱ δὲ τὸν τοῦ ῥηγὸς Σικελίας Ματέρκα Φαρέντε ταῦτα πράττειν ἐφήμιζον. οὐκ οἶδα δὲ εἰ Γίδας ὢν κατ' ὄνομα κρεῖττον τῶν 641 υἱῶν τοῦ ῥηγὸς ὑπεκρίνετο, ὡς ἔξωθεν περιλαλεῖσθαι τὸ τοιοῦ τον ὄνομα κατά τι σέμνωμα μέγιστον. ὅμως μὲν οὖν ἐλθόντος κἀκείνου, οὐδὲν ὅλως οἱ πάντες συνεφώνουν ὑπ' αὐτῷ τάττε σθαι, καὶ μάλιστα Ῥομοφόρτος, ὑπερηφανῶν ὅλως καὶ μεγαλι ζόμενος, εἰ χώρας ἧς αὐτὸς διὰ σπάθης ἦρξε, καὶ δυναστείαν ἑτέρῳ παραχωροίη ἐξ ὑπογύου φανέντι. καὶ οὐ τῇ τῶν λοιπῶν βουλῇ συνυπήγετο, ἀλλὰ καθ' αὑτὸν στρατηγεῖν ἠβούλετο. πύ στεις τὸν βασιλέα κατελάμβανον καὶ ὡς οὐδ' αὐτὸς Γίδας ἔτι προσμενεῖ, οὕτως ἀσυμφώνως ἐχόντων Ἀμογαβάρων. τέως, ὁπόσον ἦν, τοὺς περὶ Τζιμῆν κατεμάλασσεν ὁ κρατῶν μείζοσιν ἢ κατ' αὐτοὺς ὑποσχέσεσι, καὶ τὴν πρὸς ἀλλήλους ἐφάπαξ ἀσυμ φωνίαν ἐντεῦθεν συνίστα, καὶ τὰς καθ' ἡμῶν συνθεσίας τού των ὡς τὸ εἰκὸς ἀνέβαλλεν. ὅσον γὰρ ἦν τὸ ἀπὸ μεθόδου καὶ ξυνέσεως, οὐδέν οἱ καὶ ἐνελέλειπτο, βαθυσκέμμονι ὄντι, εἰ καὶ δυνάμεσιν ἐνελέλειπτο, ἐπικλᾶν ἐς ὅσον γε καὶ ἐνεδέχετο τὰς τού των ὁρμάς. ὅθεν καὶ τὰ κατ' ἀνατολὴν οἷον ἐς τριβὰς ἐτίθει, 642 ὡς αὐτίκα ἐφεξόμενος τῶν ἰδίων, ἤν γε καὶ ἐπιεικῶς ὁρμήσειε. τὰ δὲ κατὰ δύσιν καὶ λίαν ἐπολυώρει, ἐξανασπᾶν ἐφιέμενος τὸ οἷον κακὸν ἐγκόλπιον. ταύτῃ τοι καὶ Ἀτμὰν ἐπὶ πλεῖστον ταῖς ἐλπίσιν ἀπαιωρούμενος, οὐδὲν ἦν τῶν περὶ Νίκαιάν τε καὶ Πύ θια καὶ πάντα μέχρι καὶ θαλάσσης, ἅπερ οὐ κατέσχεν. 35. Οἱ δὲ τῆς ἐκκλησίας πρωτεύοντες, καὶ ὡς ἤδη προεί πομεν, ὑφορώμενοι, οἱ δὲ ἐν οὐδενὶ λογιζόμενοι, καὶ οἱ ἔχοντες οἰκονομίας ταύτας ἀποστερούμενοι καὶ αὐτῶν ὀφφικίων (ὅταν γάρ τις ἐν οὐδενὶ λογίζηται, κἂν ὀφφίκιον ἔχῃ, εἰς οὐδὲν αὐτῷ χρησιμεύει), ἀλλὰ καὶ τῶν