1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

88

ἐναποληφθεὶς συνετῶς ὑπήγετο πρὸς ὅ τι καὶ δόξοι πατριάρχῃ. παραγίνεται τοιγαροῦν βασι λεύς, καὶ τοῖς περὶ τὸν πατριάρχην συγγίνεται· ἦμεν δὲ καὶ ἡμεῖς σὺν ἄλλοις ἐκεῖ. τότε καθίσαντος μὲν βασιλέως, συνε δριασάντων δὲ καὶ τῶν ἱερῶν ἀνδρῶν, ἐκίνει πατριάρχης πρὸς 293 βασιλέα τὰ δοκοῦντά οἱ πρὸς παραλύπησιν, δι' ἃ καὶ ἐγγωνιά ζειν ἐθέλει καὶ παραιτεῖσθαι καὶ ἐκκλησίας προεδρίαν καὶ ἱερω σύνην αὐτήν, εἰ πλέον συναναγκάζοιτο. καὶ πρὸ τῶν ἄλλων τὸ τοῦ κράλη προετίθει, καὶ τὰ δοκοῦντά οἱ προσίστασθαι ἀνε τάττετο, ὅτι δηλαδὴ συνεστὼς κατὰ νόμους γάμος διαλυθείη καὶ τὴν τοῦ βασιλέως ἐκεῖνος, ἠθετηκὼς τὴν ἰδίαν, νηπίαν οὖ σαν ἀγάγοιτο· καὶ ὅτι χρυσολογεῖταί τε καὶ ἀργυρολογεῖται τὸ πᾶν, τετιμιουλκημένου μὲν τοῦ χρειώδους ἅλατος τετιμιουλκημέ νου δὲ καὶ σιδήρου, συχνῶν δὲ καὶ συνδοσιῶν γινομένων, καὶ τρίτον ὡς καταφρονεῖται αὐτὸς ἀναφορὰς πολλάκις ὑπὲρ τοῦ δο κοῦντος δικαίου ποιούμενος. ἐντεῦθεν δὲ βασιλεὺς εἰς τὴν ὑπὲρ τούτων ἀπολογίαν καταστὰς ἐπὶ μὲν τῷ τοῦ κράλη συναλλάγματι οὐκ ὄρεξιν ἰδίαν καὶ τὴν ἐκεῖθεν ἑαυτῷ ὄνησιν ᾐτιᾶτο· πολλῷ γὰρ ἥκιστα τοῦτο, ὅσῳ καὶ προσζημιωθείη αὐτὸς τὰ μεγάλα, κόριον ὃ ἐκ ψυχῆς ἔστεργε καὶ ᾧ προσετετήκει καὶ αὐτὸς καὶ μή τηρ καὶ γάμους ἑτοιμάζειν ἐγκαίρους τοὺς ἐκ ῥηγῶν ᾤετο, ἐξ ἀγκαλῶν οἰκείων ἀναρπασθὲν βαρβάρῳ τε καὶ τὰ πάντα ἀστόργῳ καὶ μηδὲν σεμνὸν ἐπὶ τῆς ἀρχῆς ἔχοντι καταπροϊέμενος. ἀλλ' ἀνδρῶν καὶ χωρῶν καὶ πραγμάτων προσηκόντων τῇ βασιλείᾳ, τῶν μὲν ἀπαγομένων ἀθλίως, τῶν δ' ἐρημουμένων ἐσχάτως, 294 τῶν δὲ σκυλευομένων ἀναποδότως, καὶ αἰχμαλωσίας τοσαύτης τε καὶ τοιαύτης χάριν ταῦτα πράττοι καὶ παρὰ γνώμην καὶ παρὰ θέλησιν· πολλὰ γὰρ καὶ εἰρήνην ἀνύτειν ὅσα σίδηρος οὐκ ἰσχύει, καὶ σπονδὰς καταπράττειν, καὶ μόλις τὰς ἐκ τῶν γάμων συντα κτικωτάτας οὔσας καὶ ἀσφαλεῖς, ὅσα μὴ μάχαι καὶ πόλεμος οὔ μενουν κατεπράξαντο. οὐ μὴν δ' αὖθις καὶ νόμων ἐς ἅπαν ἐκ τός, ὡς αὐτὸν οἴεσθαι, πράττειν. δῆλον γὰρ εἶναι καὶ κανόσι καὶ νόμοις προστεταγμένον, μὴ ἂν ἐκχωρεῖσθαι τὸν νόμιμον ἀγα γόμενον ταύτην μὲν ἀφεῖναι παρὰ μηδεμίαν αἰτίαν εὔλογον, συμ πλέκεσθαι δ' ἄλλῃ· εἰ δέ τις τολμώῃ, αἰτίαν μὲν μοιχείας ἀποί σεσθαι τὸν τολμῶντα, τὴν δὲ συνοίκησιν εἶναι παράνομον, ὥστε τῆς πρώτης ἠθετημένης καὶ ζώσης, ὁπόσας τοὐντεῦθεν ἠγάγετο, μὴ ἐγκεκριμένας τοῖς νόμοις μηδ' ἐν γυναιξὶ νομίμοις τάττεσθαι. "ἢ οὐ ταῦθ' οὕτω καὶ ἐν ἡμῖν ἔχει;" φησὶν ὁ κρατῶν. "πυν θάνου τοιγαροῦν τῶν εἰδότων, καὶ πιστῶς μάνθανε ὡς οὐκ ἄλ λως ἡμῖν ἐγένετο καταδέξασθαι τὸ συνάλλαγμα, εἰ μὴ καὶ ὅρ κους τοὺς πρέσβεις προσαπῃτήσαμεν βεβαιοῦν, ἦ μὴν καὶ ἔτι περιεῖναι τὴν νόμιμον ὅτε τῇ τοῦ Τερτερῆ συνεπλέκετο, καὶ ἄρτι 295 μὴ ζῆν ὅθ' ἡμεῖς εἰς γαμβρὸν ἐτάττομεν, ὡς ἐντεῦθεν τὴν μὲν συμβαίνειν εἶναι παράνομον, τὴν δ' ἡμετέραν, εἰ καὶ νηπίαν, ἀλλ' οὖν ἔννομον. καινοτομεῖσθαι δὲ καὶ χρόνον, ὡς οἴδατε, ἐπὶ τοῖς βασιλικοῖς κήδεσι, φέρουσι καί τι συνοῖσον πάντως διὰ τὴν ἐκ τῆς εἰρήνης κατάστασιν. τέως δὲ καὶ οὕτως ἐχόντων ἡμῶν τῆς ἀπολογίας ἡμῖν μὲν καὶ ταῦτα καὶ πλείω πράττειν ἀνάγκη πρὸς τὸ συμφέρον κοινόν, εἰ καὶ λυπήρ' ἄττα ξυμ πίπτοιεν, ὡς ἀλγεινὸν καὶ τόδε διαφερόντως· ὑμῖν δὲ προκείσθω καὶ αὖθις εἰς σκέψιν, καὶ ὃ δόξειεν ἂν μόνον μετ' εὐλόγου τοῦ αἰτιάματος, συγχωρῶ γίνεσθαι. βασιλεῖ γὰρ εἶναι ἢ πατέρας ἑτέρους τῶν νόμων ἢ παῖδας ἄλλους Ῥωμαίων ἁπάντων οὐκ οἶ μαι." ταῦτ' ἔλεγε βασιλεύς, καὶ ἐδόκει πιθανά τε λέγων, καὶ τὰς γνώμας τῶν πολλῶν ἔπειθε. δεύτερον τὰ περί τε τοῦ ἅλα τος καὶ σιδήρου καὶ χρυσολογιῶν ἑτέρων ἀπελογεῖτο, τὴν χρείαν προβαλλόμενος καὶ τὴν ἐπὶ τοῖς κοινοῖς ἀνάγκην, ὡς οὐδὲν τῶν δεόντων ἄνευ χρημάτων πεφυκὸς ὂν γίνεσθαι. μηδὲ γὰρ αὐτὸς 296 χρυσὸν ἀγαπᾶν μηδ' ἄργυρον τὸ παράπαν, εἰ μὴ βοηθοῖεν χρείαις ταῖς ὑπὲρ τῶν Ῥωμαίων. παρ' ἣν αἰτίαν ἐκλελοιπότων χρημά των καὶ ῥόγας συνήθως διδομένας παρακατέχεσθαι, καὶ προσεξ ευρίσκειν ἀνάγκη πόρους εἰς συλλογήν, ἵνα γοῦν καὶ κινοίμεθα ἔλεγεν. ἐπῆγε δὲ καὶ βασιλεῖς ἀρχαίους, καὶ