1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

32

τότε δὲ ὧδέ τις ἂν εἶπε πρὸς πλησίον ἄλλον, "ὢ πό ποι, ἦ μέγα δὴ τὸ ταῦτα κινεῖν καὶ ζητεῖν συνιστᾶν τὴν ἰδίαν δικαιοσύνην ἕκαστον, ἱκανὸν ὂν εἰ διαλυθέντος τοῦ κατὰ τὸν πάπαν σκανδάλου καὶ τἆλλα πάντα συνδιαλύοιτο. νυνὶ δὲ ἀλλ' ἕκαστος τὴν ἰδίαν δικαιοσύνην ζητῶν, τὴν τοῦ θεοῦ δικαιοσύ νην οὐ φθάσειε πώποτε, ὡς ἐκεῖνοι." τὸ δ' ἐς ὅ τι προῆλθε, προϊόντες ἐροῦμεν. Ἐκείνους μὲν οὖν τότε τῆς συνόδου διαλυθείσης ἡ τοῦ Κο σμιδίου εἶχε μονή, πλὴν ὑπὸ φρουροῖς καὶ φυλακαῖς προσηκού σαις· οὓς δὴ καὶ πέμπων ὁ βασιλεὺς εἰρηνεύειν ἠξίου, καὶ πᾶσαν δικαιολογίαν ἀφέντας διάγειν ἀνέδην καὶ τὴν ἀπ' αὐτοῦ εὐμένειαν ἔχοντας. εἰ δ' οὖν, ἀλλ' ἐξορίας προσηπείλει καὶ κακουχίας ἐπαξομένας σφίσι· μηδὲ γὰρ εἶναι ἄλλως ἢ ὡς ἐτάχθη γίγνεσθαι, αὐτοὺς δὲ φήμην κακὴν ἔχοντας παραπόλλυσθαι, εἰ μή γε μετα νοήσαντες τῆς εἰρήνης γένωνται. ταῦτα τοῦ βασιλέως συχνάκις διαμηνυομένου καὶ ἀγαθὰ προτείνοντος, ἐκεῖνοι οὔτε πρὸς δέος τῶν λυπῶν προήχθησαν οὔτε πρὸς τὰς τῶν ἀγαθῶν ἐπαγγελίας ἐμαλακίσθησαν, διευτονοῦντες δὲ πρὸς ἀμφότερα ἑτοίμους ἑαυ τοὺς παρεῖχον πρὸς ὅ τι δόξει τῷ βασιλεῖ, ὡς ἐκεῖνο μᾶλλον πει 103 σομένους ἡδέως ἢ τοῖς οὕτω καταδικάζουσι σπεισομένους. ἐπὶ μᾶλλον δὲ πρὸς αὐτοὺς ὁ βασιλεὺς παρωξύνετο ἀνενδότως μένον τας τὸ παράπαν. πάντων δ' ἀπορηθεὶς τῶν μαλάττειν ἐχόντων ψυχὴν τέλος ἐξορίαις δικαιοῦν ἔγνω. καὶ δὴ πρὸς τὸ κατὰ δεξιὰ εἰσπλέοντι τὸν Ἀστακηνὸν κόλπον φρούριον, τὸ οὕτω πως τοῦ ἁγίου Γρηγορίου ἐπιλεγόμενον, προστάσσει πλῷ χρησαμένους ἀπάγεσθαι. οὗ δὴ καὶ ἐγκλεισθέντες ὑπὸ φρουροῖς Κελτοῖς καί τινι τῶν ἐκπροκοιτούντων τῷ βασιλεῖ ἀφεῖντο, ὅσα τὰ εἰς χρείαν τῶν ἀναγκαίων ἀπρονόητοι, οὐδὲν πλέον ἀπονάμενοι βασιλέως, ὅτι μὴ μετὰ καιρὸν ἐπ' ἀνατολῆς ὁρμῶντος πατριαρχοῦντος Ἀθανασίου, τόν τε κατὰ τὴν Ἑλενόπολιν περαιωθέντος πορθμόν, καὶ τὸν μέγαν λογοθέτην ἐπ' αὐτοὺς πέμψαντος, ὃν καὶ εἰς πρω τοβεστιάριον ἀνεβίβασεν, ὁ μὲν ἑκατὸν χρυσίνοις ἐνικανοῦτο, ὁ δέ γε Μελιτηνιώτης πεντήκοντα. ὁ γὰρ τρίτος ὁ Μετοχίτης διὰ νόσον προκατήχθη ἐπὶ τὰ οἴκοι ἐκεῖθεν, βασιλέως προστάξαντος. (36) ἀλλ' ὅ με παρῆλθε μικροῦ πρότερον γεγονός, βασιλεὺς τῆς πόλεως ἐξεληλακὼς προσβάλλει τῇ τῶν Νικητιάτων τῆς ∆α κιβύζης φρουρίῳ, καὶ τῷ τυφλῷ Ἰωάννῃ συμμίξας φιλοφρονεῖ ταί τε τὰ εἰκότα, καὶ τὸ εἰς ἐκεῖνον παρὰ τοῦ πατρὸς γεγονὸς αὐτὸς ἐπειρᾶτο μαλάττειν ταῖς ὑποπτώσεσιν, ὥστε καὶ συγχωρη θῆναι παρ' ἐκείνου καὶ οἷον κραταιωθῆναι πρὸς τὸ βασιλεύειν ἐξ 104 ἀγαθοῦ σκοποῦ καὶ χρηστῆς διαθέσεως. αὐτὸς δὲ τῶν εἰς τρυ φὴν ἐκείνῳ καὶ ἄνεσιν προνοήσας ἀπαλλάττεται τὴν ταχίστην. τότε δ' ἐπιστὰς ἐκείνοις ὁ πρωτοβεστιάριος, Ἀθανασίου πα τριαρχοῦντος, περὶ οὗ μετὰ ταῦτα ῥηθήσεται, τὰ μὲν προγεγο νότα καὶ διεμάλαττε, καὶ πολὺς ἐφαίνετο τοὺς ἄνδρας θωπεύων τε καὶ ὑποποιούμενος, καὶ δὴ τῆς πολλῆς μὲν ἐκείνους φρουρᾶς ἀνῆκε, φρουροὺς δ' ἀφῃρεῖτο, ἔστι δ' οὓς καὶ ἐνήλλαττε, καὶ ἀγαθὰς ὑπέτεινε τὰς ἐλπίδας, καὶ τὴν παρὰ βασιλέως ἠγγυᾶτο εὐμένειαν. ἔπειτα καὶ αὐτῷ βασιλεῖ καταχθέντες τοῦ φρουρίου ἀσμένως πάντῃ καὶ φιλοφρόνως ὡμίλησαν. ὡς γὰρ καὶ τὰ παρὰ τοῦ Γρηγορίου ἀπεδοκιμάζοντο, ὡς καὶ αὐτὸ μετ' ὀλίγον ἐροῦ μεν, καὶ ἤδη διὰ ταῦτα ἔνσπονδοι ἦσαν, τὸ πᾶν τιθέντες ἐπὶ τοῖς ἐν θεῷ βραβευούσης ἀληθείας διαγνωμονήσουσι λογίοις οὖ σιν ἅμα καὶ εὐλαβέσι, τάξας βασιλεὺς τῆς αὐτῶν συνελεύσεως καὶ καιρὸν καὶ τόπον, τὸν μὲν μετ' οὐ πολὺ τὸν δὲ τὸ Λοπάδιον (ἐκεῖσε γὰρ ἐξήλαυνεν), ἐλευσομένου καὶ τοῦ τρίτου τοῦ Μετο χίτου, καθὼς καὶ ἠξίουν, μετ' εὐμενείας τῆς πρὸς ἐκείνους ἀνα 105 χωρεῖ. ἔθαλπε γὰρ καὶ τούτους καὶ τὸν πρωτοβεστιάριον τὸ συμ βὰν περὶ τὸν Γρηγόριον, καὶ ἐλπίζειν ἐπῄει σφίσι τὰ πρὸς εἰρή νην. τοῖς μὲν γὰρ οὐ πόνος ἦν ὀβελισθείσης τῆς αὐτῶν ἐξηγή σεως, ἐπεὶ καὶ ἡ τοῦ Γρηγορίου κατέγνωσται· καὶ ὅπου ἂν ἐκεῖ νος τετάξεται, καὶ αὐτοὶ πάντως ταχθήσονται, ἐπεὶ καὶ ἄμφω εἰς θεοῦ μυστήρια παρακύψαντες τὸ ὀρθὸν οὐ κατέλαβον. καὶ τοῖς μὲν οὕτως ἐλπίζειν ἐπῄει, ὁ δέ γε πρωτοβεστιάριος ᾤετο ὡς