1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

52

τούτοις ὁμοίων εἰς ἃ διῳκήκασι, καὶ ταῦτα μηδὲ τοῖς ἐνερ γοῦσι σήμερον τὰ δημόσια τοιαύτας ἐν οἷς ἐνήργησαν ὑπεχόντων εὐθύνας, ὅσα ἢ κακοτρόπῳ γνώμῃ ἢ καὶ ἀγνοίᾳ κατὰ τοῦ δικαίου πεπαρῳνήκασιν. ἀλλ' ὢ τῶν ἐμῶν κακῶν, ὡς μηδὲ κἂν ἴσα τού 171 τοις ἐξισωθῆναι καὶ τὰ ἡμέτερα. καὶ εἰ καὶ πόθεν ταῦτα ἐπῆλ θεν ἡμῖν, ἄδηλα τοῖς πολλοῖς, ἀλλ' οὐχὶ καὶ θεῷ. ὁ γὰρ εἰ πὼν παρρησιασάμενος πρὸς θεὸν ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέ φαγέ με, εἶπε καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. οὐ γὰρ ἡμετέρων ταῦτα σφαλμάτων ἀντέκτισις, καὶ χάρις θεῷ· ἡμεῖς μὲν ἀδικούμενοι οὕτως ἀδικούμεθα, ὅτι τὸν μὴ ἑαυτὸν ἀδικοῦντα οὐδεὶς δύναται παραβλάψαι, ἡ ἐκκλησία δὲ πάλιν ὑβρίσθη καὶ ἐζημίωται. τίς δὲ ἡ ζημία; τῶν μοναχῶν καὶ μοναζουσῶν καὶ λοιποῦ χριστωνύμου λαοῦ, τῶν μὲν λόγῳ τῶν δὲ καὶ βίᾳ βλεψάντων πρὸς τὸ σεμνότερον, ὡς καταιγὶς ἀγρία ἀθρόον ἐπεισπεσοῦσα ἡ καθ' ἡμῶν ὕβρις πρὸς τὰ πρότερα ἔστρε φεν. ἡ δὲ ὕβρις καὶ τὸ αὐτῆς λυπηρὸν τὸ μὴ κατὰ τῆς ἡμῶν ὑπολήψεως μόνον καὶ τὸ λίθους κρατῆσαι βαλεῖν ἡμᾶς καὶ ἀνα θεματίσαι, καὶ ὅσα σωματικῆς ὕβρεως ἐπειπεῖν, ἀλλ' οἴμοι καὶ κατ' αὐτοῦ τοῦ σεβάσματος. διὸ καὶ φημί, εἰ σύνοιδα ἐμαυτῷ πορνείᾳ ἢ μοιχείᾳ ἢ ἀρρενομανίᾳ ἑαλωκέναι, καὶ εἰ ἐφρόνησα πώποτε ἢ φρονῶ ἢ φρονήσω ἀλλότριον φρόνημα τῆς ἐκκλησίας Χριστοῦ τοῦ θεοῦ μου, ἀνάθεμά μοι ἀπὸ Χριστοῦ, καὶ ἡ μερίς μου σὺν τῷ προδότῃ καὶ τοῖς τὸν κύριόν μου σταυρώσασιν. εἰ 172 δὲ ὀρθῶς καὶ πιστῶς με λατρεύοντα καὶ φρονοῦντα, καὶ ἀποβαλ λόμενον ἐκ ψυχῆς ὃ μὴ δοξάζει ἡ ἐκκλησία μηδὲ παρέλαβε, συ κοφαντῆσαι οὐκ ἔφριξαν γλῶσσαι λέγειν μαθοῦσαι κακά, ὅσοι καὶ οἵτινες εἶεν, ἔχω αὐτοὺς καθὰ ὁ κανών, καὶ ἀπὸ τῆς ζωαρχικῆς τριάδος ἀφωρισμένους. ὅτι δὲ βιασθέντες ἀλλ' οὐ βιάσαντες ἐτέ θημεν εἰς τὴν ἐκκλησίαν, ἐλπίδι εἰρήνης καὶ ὠφελείας κοινῆς, οὐ προέβη δὲ κατὰ τὰς ἐλπίδας ὅσον διῳκήσαμεν, οὕτω συμφέρον ἡμῖν κατεφαίνετο, μάρτυς θεός, καὶ ὃ μὴ ὡς κακὸν ἀλλ' ὡς πρέπον ἐπράττομεν. πλὴν εἰ ἐν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρη θησόμεθα, τὴν τούτων διάκρισιν ἀνατίθημι τῷ ἁγίῳ βασιλεῖ καὶ τοῖς ἀρχιερεῦσι ἐνώπιον τοῦ θεοῦ, καὶ εἴτε ἀποδοχῆς εἴτε εὐθύ νης κριθῶμεν, στέργομεν, καὶ ὡς ἐκ θεοῦ τὴν τῶν τούτων κέ λευσιν ἐκδεχόμεθα. ἕτερον, εἰ καὶ ὁποῖόν ἐστιν ἑκάστου τὸ ἔρ γον τῇ ἡμέρᾳ ἐκείνῃ δηλοῦται, χάριν τῆς δυσφημίας ἣν ἐξήμεσε καθ' ἡμῶν ὁ διάβολος λέγομεν. εἰ σύνοιδα ἐμαυτῷ πορνείᾳ ἢ μοιχείᾳ ἢ ἀρρενομανίᾳ ἑαλωκέναι, καὶ εἰ ἐφρόνησα πώποτε ἢ φρονήσω ἀλλότριον φρόνημα καὶ ἀπᾷδον τῆς ἐκκλησίας Χριστοῦ τοῦ θεοῦ καὶ κυρίου μου, καὶ εἰ μὴ ὡς οἱ ἅγιοι μαθηταὶ καὶ ἀπόστολοι τούτου παραδεδώκασι καὶ οἱ διάδοχοι τούτων θεοφό ροι πατέρες, ἰδικῶς καὶ συνοδικῶς, καὶ εἰ μὴ ἅπαν ἑτερόδοξον φρόνημα, ὃ μὴ παρέλαβε καὶ κρατεῖ ἡ ἐκκλησία Χριστοῦ, παρα 173 πέμπω τῷ ἀναθέματι, ἀνάθεμά μοι ἀπὸ Χριστοῦ, καὶ ἡ μερίς μου σὺν τῷ προδότῃ καὶ τοῖς τὸν κύριόν μου σταυρώσασιν. εἰ δὲ ὀρθῶς καὶ πιστῶς με λατρεύοντα καὶ φρονοῦντα καὶ ἀσπαζό μενον καὶ κηρύττοντα διαβολαῖς μέ τινες τοιαύταις διέβαλον, ὅσοι καὶ οἵτινες εἶεν, ἐκκήρυκτοι τῆς ἐκκλησίας Χριστοῦ, καὶ ἀλύτῳ ἀφορισμῷ τῷ ἀπὸ τῆς ζωαρχικῆς καὶ μακαρίας καὶ ἁγίας τριάδος ἡ μετριότης ἡμῶν ὑποβάλλει αὐτούς, καὶ ἀρᾷ ἀναθέματος καὶ τὸν τοιούτοις παρασυρέντα εἰς τὸ βλάψαι καὶ ἀδικῆσαί με. ὡς δὲ τοῖς ἀδίκοις καὶ βλασφήμοις αὕτη ἀρὰ παρὰ θεοῦ, οὕτω καὶ τοῖς φειδομένοις τὴν γλῶσσαν καὶ ἀλήθειαν ἀγαπῶσι καὶ λέγουσιν ἡ τοῦ θεοῦ εὐλογία καὶ σκέπη περικυκλώσοι καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι." Καὶ ταῦτα μὲν τὰ ἐν τοῖς ἐκπώμασι καὶ ἐν ἀποκρύφῳ τε θέντα· ἃ δὴ ὁποῖα μὲν καὶ ὅπως ἔχουσιν, ὡς καὶ αὐτὸν τὸν πα ρασυρέντα, ὅστις ἂν καὶ εἴη, ὑπ' ἀνάθεμα ἄγειν, καὶ εἰ σύστα σις ταῦτα ἀπαθῶν τρόπων εἴτε καὶ μή, εἰδεῖεν ἂν οἱ πνεύματι ζῶντες καὶ τῷ κυρίῳ δουλεύοντες. ὅμως ὕστερον εὑρεθέντα, ὡς μετ' ὀλίγον ῥηθήσεται, ἱκανῶς αἰτίαις δικαίαις ὑπῆγον τὸν γρά ψαντα. ἕτερον δὲ γράμμα σχεδιάσας πρὸς τὸν βασιλέα ἀπέστει λεν, οὕτω κατὰ ῥῆμα διαλάμβανον. "θεῷ καὶ μετὰ θεὸν τοῖς