1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

115

πειρᾶσθαι πρὸς 385 τὸ δοκοῦν αὐτῷ εὐλαβέστερον, ἃ δὴ τὸ πρότερον κατ' ἀρχαῖον τύπον εἴα γίνεσθαι.

8. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, ἐγὼ δ' εἶμι δώσων τῷ βίῳ διήγημα φρικτὸν μὲν εἰπεῖν φοβερὸν δ' ἀκοῦσαι· καὶ παρέ λιπον τὴν συμφορὰν ὡς μὴ ἄλλοθέν ποθεν ἔχουσαν τὸ ἀποχρῶν εἰς τὸ ἱστορίαις τοῖς ἄλλοις συνανατάττεσθαι, εἰ μὴ αὐτόθεν ὡς συμφορὰν μόνην ἡγούμην. κἂν γοῦν καθυφείμην τὸν λόγον, εἰ μὴ τὸ ἔργον φρικτῆς ἐγκαταλήψεως τοῦ θεοῦ σύμβολον ἀποφέ ρεται, καὶ ἅμα τοῦ παθόντος φέροντος οἶκτον διά τε τὸ νεαρὸν τῆς ἡλικίας καὶ τὸ ἐλλόγιμόν τε καὶ ἐν πολλοῖς ἐπιτήδειον. Νεανίας τις ἤδη παραγγείλας εἰς ἄνδρας, Μελιτᾶς τοὐπί κλην, τῷ πατριαρχεύσαντι Γρηγορίῳ ἐν παισὶ δουλεύσας καὶ παιδευθεὶς τὰ εἰκότα, ἐν διακόνοις τῆς ἐκκλησίας ταχθεὶς μετὰ τῶν λοιπῶν ἐλλογίμων ταῖς χρείαις διηκονεῖτο τῆς ἐκκλησίας μεθ' ὅτι πλείστης τῆς ἐπιτηδειότητος. οὗτος τὰ μὲν ἄλλα μέτριος ἦν, καὶ παρθενίαν ἤσκει, καὶ εὐλαβείας μετεποιεῖτο, καὶ γλῶσσα πολλοῖς ἦν ἐπὶ δικαστηρίοις συνοδικοῖς, καὶ βασιλεῖ γνώριμος καὶ κλήρῳ περίβλεπτος, καὶ τοῖς εἰδόσι ψῆφον φέρων περὶ ἑαυ τοῦ ἐκ πολλῶν ὡς προκόψειεν· ἑνὸς δ' ἡττᾶτο φιλοτιμίας, δι' ἣν καὶ παρ' ἰσχὺν ἐπιτρέχων τοῖς μὴ καθ' αὑτὸν ἔτι πράγμασι 386 συλλέγων ἐξήντλει. καὶ ἦν ἐκείνῳ τὸ μὲν συλλέγειν λίαν ἐπίμω μον, τὸ δ' ἐξαντλεῖν ἱκανὸν ἀποκρύπτειν καὶ τὸ τῆς συλλογῆς αἴσχιστον οὐ μᾶλλον κατανοουμένῳ διὰ τὸν τρόπον τοῦ πορισμοῦ ὅσον ἐπαινουμένῳ διὰ τὸ τῆς προαιρέσεως εὐμετάδοτον. τοῦτο πολὺ προβαῖνον ἐξῇρε τὴν γνώμην εἰς ἀλλόκοτον ἔπαρσιν, καὶ οἰκίαις ἤθελεν ἐλλαμπρύνεσθαι καὶ ναῷ κατ' ἰδίαν χρᾶσθαι καὶ λειτουργοὺς ἔχειν καὶ φιλοτιμότερον ἐνεορτάζειν ταῖς περιφανέσι τῶν πανηγύρεων. τούτοις δ' ἔδει πάντως καὶ ἀναλόγων ἐξόδων, ταῖς δ' αὖθις ἐχρῆν πορισμῶν ἄλλοθεν. οἱ δ' οὐκ ἦσαν· εἰ δ' ἦσαν, ἀλλ' οὐκ ηὐτάρκουν ἐν ταῖς χρείαις. γίνεται γοῦν ἀγύρτης φιλότιμος καὶ ποριστὴς ἀνελεύθερος. καὶ τῷ πρὸς πολ λοὺς οἰκείως ἔχειν καὶ φιλικῶς ἐξ ὧν ἔπραττε, σφίσιν ἐπιφυόμε νος ἐκιχρᾶτο ὡς αὐτίκ' ἀφέξουσι τὰ διδόμενα. καὶ ὁ μὲν ἐν ἐλπισμοῖς ἦν ματαίοις ἔκ τινων οἰημάτων χειρίστων ὡς εὐπορήσων πρὸς τὴν ἀπότισιν, τοῖς δ' ἐν ἀνέσει αἱ ἐπ' αὐτῷ φροντίδες ᾐώρηντο. ὅπερ γοῦν ἰδεῖν ἔστιν ἐπὶ ποταμῶν, κατ' ὀλίγον μὲν 387 τῶν ῥυάκων ἐπεισρεόντων ἀδήλως, εἰς ἓν δὲ συναγομένων καὶ τὸν πληθυσμὸν παρεχόντων τῷ ῥεύματι, καὶ τέλος ἐπισχεθέντων ἐκ λειψυδρίας ξηρὸς ὁ τέως μετεωρούμενος καταφαίνεται, οὕτως ἐκείνῳ τῶν πολλῶν συνελθόντων τῶν μιτωμάτων, ὃ δὴ λέγεται, κακὸν ὑφαίνεται φᾶρος ἐντάφιον. καὶ τῶν δανείων τέως ἐπεισ ρεόντων προνοίᾳ μεγίστῃ καὶ τοῦ λανθάνειν, πρὸς καιρὸν ἐντρυ φῶν ἐμετεωρίζετο· ἐκλελοιπότων δ' ἐκείνων ἔκπυστον ἤδη τὸ κατ' ἐκεῖνον γεγονὸς τὸ δρᾶμα, οὐχ ὅπως ἑτέρων ηὐπόρει, ἀλλὰ καὶ τὰ ἀρχαῖα προσαπῃτεῖτο, καὶ ὁ τέως ἐν ἐλπισμοῖς ὢν τοῖς μεγίστοις παρὰ πολλῶν ἐξαπαιτούμενος καθυβρίζετο. καὶ τὸ πρᾶγμα ὄνειρός τις ἐδόκει σφίσι τὸ κατ' ἐκεῖνον, καὶ τῆς ἀπατη λῆς μετέμελεν ὑπολήψεως. ἐντεῦθεν καὶ τί δεῖ τὰ πολλὰ συνεί ρειν; καθελκόμενος ἀπεδίδρασκεν, ἀπαιτούμενος ἠνιᾶτο, ὁμο λογεῖν τὴν ἀπορίαν ᾐδεῖτο, ἠναξιοπάθει παραδειγματιζόμενος, ἀπολλύων τὴν δόξαν οὐκ εἶχε φέρειν, καὶ τέλος ὑπὸ μεσίταις δεό μενος πατριάρχου ἐφ' ᾧπερ δουλεύοι πάλιν, καὶ μὴ τυγχάνων τῶν κατ' αἴτησιν, διὰ ταῦτα διαπορεῖ τε τελέως ἐξ ἀθυμίας, καὶ μεσημβρινὸν ἐκείνῳ δαιμόνιόν τι ἐπιπηδᾷ, καὶ τριακοστῇ Ἀνθε στηριῶνος μηνὸς ἐπ' οἰκίας ἁψάμενος βρόχον διαπεφώνηκε. τὰ 388 μὲν οὖν κατ' ἐκεῖνον τοιαῦτα, ἡμῖν δὲ καὶ τὰ λοιπὰ προσθετέον, ἀναλαβοῦσι μικρὸν ἄνωθεν.

9. Ὑπέρρει μὲν τὰ κατ' ἀνατολὰς ἐσαεὶ καὶ ἐπὶ τὸ χεῖρον προέκοπτεν, ὥστε καὶ ὁσημέραι ἀγγελίας ἐπ' ἀγγελίαις χειρίστας ἐπὶ δειναῖς ἀφικνεῖσθαι πρὸς βασιλέα. τὰ μὲν οὖν καθ' ἡμᾶς ταῦτα καὶ ὀφθαλμοῖς ἑωρῶμεν, καὶ τῶν ἑωρακότων ἢ μᾶλλον δὴ τῶν παθόντων, ἤν τις καὶ λαθὼν διέφυγε τὸ δεινόν, ἐκτρα γῳδούντων τὰ πάθη ἠκούομεν, καὶ ἦν μέσον ἐχθρῶν καὶ ἡμῶν ὁ πορθμὸς οὗτος διέχων καὶ μόνος,