1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

134

πανομιλεὶ εὐθέως ἐσχηματίζοντο. κἀπειδήπερ καὶ νῆες μακραὶ σφῶν τῷ λιμένι ἐνώρμουν, τὴν ἀπανάστασιν διεκή ρυττον. καὶ οἱ μὲν ἐκήρυσσον μάλ' ὦκα, οἱ δ' ἡτοιμάζοντο. ὁ δ' ἀρχηγὸς τῆς χώρας ἀναχωρεῖν μὲν ἠφίει καὶ ἠφροντίστει τῶν φαινομένων, πλὴν τῆς τῶν φορτίων τέως μερίδος ἄνωθεν καταχθέντων καὶ λίαν ἀντείχετο ὡς ἐπὶ τῆς χώρας αὐτοῦ γεγονό των. οἱ δὲ τῷ καθ' αὑτοὺς καὶ συνήθει φρονήματι ἐμετεωρί ζοντο, καὶ πρὸς τὰ ἐπεσταλμένα ἀντέτεινον καὶ ἀντέσπων. κἀν τεῦθεν Ἴβηρας ἔχων ἐκεῖνος τὴν πρὸς σφᾶς ἀναθαρρεῖ μάχην, καὶ παραυτίκα ἔρις καὶ πόλεμος ἐξ ἑκατέρων συγκροτεῖται, καὶ ἀλλήλους ἔβαλλον, καὶ συνεχεῖς ἔπιπτον· ῥέπει δ' ἡ νίκη τοῖς Ἴβηρσι, καὶ κακῶς Γεννουῗται εἶχον. τέλος ταῖς τῶν Ἰβήρων προσβολαῖς ἀντέχειν μὴ ἔχοντες, καὶ πρὸς τὰ ἐφεξῆς δεδοικότες, πῦρ ἐνιᾶσι τῇ ἔξω τῆς πόλεως χώρᾳ, οὐ κατὰ χρείαν νίκης, ἀλλ' ὥστε μόλις τὸ κακὸν ἐκφυγεῖν θορυβηθέντων τῶν ἀντιπά λων. τὸ δ' ἦν ζημία μὲν οὐ μέτρῳ ποσουμένη καὶ τοῖς αὐτό 450 χθοσιν, οὐχ ἧττον δὲ ἀλλὰ καὶ πολλῷ μᾶλλον ἐζημίου κἀκείνους τὸ πῦρ· φορτία γὰρ ἐκεῖνα δυοκαίδεκα ναυσὶν ἀρκέσοντα πρὸς τὴν πλήρωσιν (τόσαι γὰρ καὶ προσώκελλον ἐν λιμένι) δαπάνημα γίνονται τοῦ πυρός. καὶ τοὐντεῦθεν ταπεινωθέντες τὰ τῆς εἰρή νης ἠσπάσαντο.

30. Οὐ μὴν δὲ καὶ ἡ κατὰ δύσιν βασίλισσα Ἄννα, ἡ καὶ αὐτανεψία τοῦ βασιλέως, τῶν ἐκ τῶν Ἰταλῶν ἀνεῖτο κακῶν, ἀλλ' ἐπεὶ τοῦ πρὸς τὸν βασιλέα Μιχαὴλ ἀποκρουσθεῖσα κήδους διὰ τὴν συγγένειαν τὸν τοῦ Καρούλου υἱὸν ἐπεγαμβρεύσατο Φί λιππον, καθὼς φθάσαντες εἴπομεν, καὶ πόλεις ἦσαν καὶ χῶραι τὰ εἰς προῖκα δοθέντα, οἱ μὲν ἐξ αὐτῆς χειροῦσθαι τὰς πόλεις ἠβούλοντο καὶ Ἰταλικαῖς διοικήσεσι τὰ κατ' ἐκείνας ἰθύνειν, Ἄννα δ' ἠργολάβει καὶ ἀνεβάλλετο, προβαλλομένη τὴν τῆς θυγατρὸς Ἰθάμαρ πρὸς τὰ Ἰταλικὰ ἤθη συγκείμενον ὂν μὴ μεταπεσεῖν ὅλως βιασθῆναι μετάκλησιν. διὰ ταῦτα καὶ πρὸς βασιλέα αὕτη ἀπέ κλινεν, καὶ τὸν παῖδα Θωμᾶν γαμβρὸν ἐπειρᾶτο ποιεῖν τῷ βασι λεῖ Μιχαήλ, ἄξια διδοῦσα τὰ ἔδνα τῷ τὸν γαμβρὸν ἀποπροσ ποιεῖσθαι. ὁ δὲ μηδὲν μελλήσας μηδ' ἐς νέωτα ὑπερθέμενος στόλον ἀρτύεται ναυσὶ μακραῖς τέσσαρσι πλείοσι τῶν εἴκοσιν, αἷς δὴ καὶ ἐκπανεγγὺς ναυλοχησάμενοι τὸν τόπον ἠρήμουν καὶ ἐν 451 στενῷ κομιδῇ τὴν Ἄνναν καθίστων, ἐπιβοωμένην βασιλέα καὶ τὴν ἐκεῖθεν ἀρωγὴν θέλουσαν. ἀλλ' ἐκείνη μὲν καὶ οὕτως ὡς εἶχε κατὰ τὸ δυνατὸν ἀνταγωνιζομένη ἐπὶ τοῦ προτερήματος ἐγε γόνει, τὸ δέ γε κῆδος καὶ ἐσαῦθις ἤνυστο.

31. Βασιλεὺς δὲ ἀναγκαίως ἐν ὑπερθέσεσιν ἦν, πρὸς ὅπερ καὶ ἠξιοῦτο διὰ τὰ συμβαίνοντα τῷ σφετέρῳ κλήρῳ, πολ λῆς καὶ μεγάλης τῆς ἐπιμελείας χρῄζοντα, καὶ μάλισθ' ὅτι καὶ τὸ ξενικὸν ἅπαν, ὡς μὲν Ἰταλοὶ ὡς δ' Ἀλανοί, ταῖς γνώμαις ἠλλοτριοῦντο, δυσχερεῖς ὄντες πείθειν καὶ πρὸς τὰ παρὰ βασι λέως ἐπεσταλμένα καθυποκλίνεσθαι. τῷ μὲν οὖν μεγάλῳ δουκί, τοῦτο μὲν κατὰ Μαγνησίαν τοῦτο δὲ κατὰ Μιτυλήνην διάγοντι, αἱ συχναὶ προστάξεις τοῦ ὑπερθέσθαι τὸν πρὸς τοὺς Μαγνησιώ τας πόλεμον καὶ περᾶν συνάμα τῷ ὑπ' αὐτὸν λαῷ κατὰ δύσιν πρὸς τὸν ἀνάκτορα Μιχαὴλ (εἶναι γὰρ καὶ Μαγνησιώτας ὑπη κόους τῇ βασιλείᾳ, εὐφημοῦντας ὁσημέραι τοὺς βασιλεῖς, καὶ τῆς πρὸς αὐτὸν παροινίας εὐθύνας εἰς καιρὸν ὑποσχεῖν δυναμέ νους) οὐδὲν ἦσαν, καὶ λόγοι τηνάλλως λεγόμενοι Ῥωμαίους ἀν 452 δρολογοῦντι, καὶ μάλιστα ἐπὶ Μαγνησιώτας, καὶ εἰ μὴ ἀναστα τοίη τούτους, οὐδὲ ζῆν θέλοντι. Ἀλανοῖς δὲ καὶ μᾶλλον διὰ τὰ προσυμβάντα κατὰ Κύζικον οὐκ ἦν ἀρεστὰ τὰ πραττόμενα, ἀλλὰ πανδημεὶ ὑπὲρ πεντακοσίους ἀφίσταντο. κἀπειδὴ ἀπείρητο τού τους μὴ περαιοῦσθαι κατὰ τὴν Καλλίου ἐπὶ τὰ σφέτερα, ἀλῆται τόπους ἐκ τόπων ἀμείβοντες ἔξω που τῶν Πηγῶν σκηνοῦσιν. οἷς βασιλεὺς πέμπων καὶ ἱκανὰ ἀργύρια προσέταττεν ὑποστρέφειν. τοῖς δὲ θάνατον τῆς ὑποστροφῆς ἀνθαιρουμένοις συνέβη τῷ τέως ἀνδραγαθῆσαι φανέντων Περσῶν. ἐπειδὴ γὰρ οἱ μὲν εἰς ἐννεα κοσίους ἐποσοῦντο, καὶ τὴν μάχην ὡς εἰπεῖν μετὰ θάρρους