1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

60

ἄνεισι μὲν ἐπ' ἄμβωνος ὁ κρατῶν, ἄνεισι δὲ καὶ ὁ πατριάρ χης, συνάνεισι δὲ σφίσι καὶ ὁ εἰς βασιλείαν μετὰ τοῦ πατρὸς χρισθησόμενος. καὶ μετὰ λαμπρῶν καὶ περιφανῶν τῶν τελετῶν στέφει μὲν βασιλεὺς τὸν υἱόν, συνεπιλαμβανομένου τοῦ στέφους καὶ τοῦ ἱεράρχου, χρίει δ' ὁ ἱεράρχης τῷ θείῳ μύρῳ τὸν τῆς βα σιλείας συμμετασχόντα. καὶ παιᾶνες ἐντεῦθεν καὶ εὐφημίαι καὶ πᾶν χαριστήριον. ῥιπτοῦνται δὲ περιερχομένων τῶν βασιλέων καὶ οἱ συνήθεις ἀπόδεσμοι. καὶ τότε μὲν τὸ μέγα παλάτιον μετὰ περιφανοῦς τῆς δορυφορίας αὐτοὺς ὑποδέχεται·

(2) τῇ δ' ὑστε 197 ραίᾳ ταύτης μετακαλεῖται μὲν πατριάρχας ὁ βασιλεύς, μετακα λεῖται δ' ἀρχιερεῖς καὶ τοὺς τοῦ κλήρου καὶ μοναχοὺς καὶ τὸ τῆς πολιτείας ὅσον καθαρόν τε καὶ ἔκκριτον, καὶ δὴ κατὰ τὸν Μα νουηλίτην βασιλικὸν τρίκλινον ἔγνω συνάπτειν πανήγυριν. καὶ τὸν υἱὸν ἀγαγὼν Ἰωάννην, ὃν ἐκ τῆς Εἰρήνης ἔσχε νέον ἔτι τε λοῦντα, εἰς δεσπότην προβάλλεται, συνεπιλαμβανομένου τῆς δεσποτικῆς στεφάνης τοῦ ἀρτιστεφοῦς βασιλέως καὶ αὐτοκράτο ρος. καὶ οὕτως ἐκεῖθεν καὶ ἐς Βλαχέρνας προερχομένων τῶν βασιλέων, ἐρριπτοῦντο μὲν καὶ αὖθις τοῖς δήμοις ἀπόδεσμοι, πολὺς δ' ἐξ ἁπάντων κρότος καὶ συμμιγὴς ᾔρετο εὐφημία, καὶ μεγαλυνόντων τοὺς βασιλεῖς. Ἐντεῦθεν καὶ ἐζητεῖτο πρὸς βασιλέως παρὰ τῆς ἐκκλησίας δοθῆναι καὶ ἐπὶ τῷ νέῳ στεφθέντι ὅσον δὴ καὶ αὐτῷ παρὰ τοῦ πατρὸς ζητήσαντος πέπρακτο.

(3) τὸ γὰρ ἐξ αὐτῆς τόμον γενέσθαι, καὶ δι' ὑπογραφῶν συνήθων ἀσφαλισθῆναί οἱ τὴν βα σιλείαν, καὶ τῷ κατεξαναστησομένῳ δῆθεν, εἴ πού τις καὶ εἴη, εὐθύνας ἀφορισμῶν ἀλύτων καὶ ἀρῶν ἐπιτίθεσθαι, ἑαυτῷ μὲν γεγονὸς παρὰ τῶν τότε ἐς τὸ ἀκριβὲς ἠπίστατο καὶ ἐδείκνυ, ἠξίου δὲ καὶ τῷ υἱῷ ταῦτα παρ' αὐτῶν γίνεσθαι ὡς οὐ καινόν τι καὶ ξένον, ὡς ἔλεγεν, ἐχούσης τῆς ἀξιώσεως. ταῦτα μὲν βασιλεὺς 198 λιπαρῶς ἠξίου, ἀλλ' οὔτε πατριάρχην οὔτ' ἀρχιερεῖς ἔπειθεν, ἀλλὰ τὸν μὲν τόμον γενέσθαι καὶ ἀσφαλισθῆναι τῷ στεφθέντι τὴν βασιλείαν αὐτόθεν ἕτοιμοι ἦσαν πράττειν, τὸ δὲ καὶ ἀραῖς περιβάλλειν καὶ ἀφορισμοῖς Χριστοῦ τῆς μερίδος χωρίζουσι τὸν εἴ τίς ποτε καὶ κατεξανασταίη τοῦ βασιλέως, οὐκ ἐδικαίουν ὅλως. ἀποχρῶντα γὰρ εἶναί οἱ τὰ ἐκ τῶν νόμων πρόστιμα, εἰ ἁλῴη, ὡς μηδὲν ἐντεῦθεν καὶ τὸ βιοῦν βιωτὸν ἔχειν ταῖς ἐκ νόμων καθυ παχθέντα ποιναῖς. μὴ δίκαιον δ' εἶναι πρὸς ταύταις, καὶ ἀν δράσι συμπαθείας φίλοις διεγνωσμένον, καὶ τῆς μερίδος ἐκεῖνον χωρίζεσθαι τοῦ Χριστοῦ. καὶ καλὸν μὲν βασιλεῖ προσεῖναι τὴν συμπάθειαν πλεονέκτημα· τέτακτο γὰρ αὐτῷ δηλαδὴ μὴ ἑκου σίῳ γνώμῃ ποινηλατεῖν ποτὲ τὸν ἐπὶ τοῖς ἐσχάτοις ἁλόντα, ἀλλ' ἄλλως εἱρκταῖς καὶ ταῖς ἐκεῖθεν κακουχίαις δὴ καὶ δημεύσεσι κατὰ τρόπον τοῦ πλημμελήματος δικαιοῦν καὶ κολάζειν. καλὸν οὖν εἶναι καὶ ἐπαινετὸν τὸ ταχθὲν βασιλεῖ, οὐ καλὸν δὲ οὐδ' εὐπρε πὲς ἄλλως αὐτὸν συμπαθῶς ὅσον ἐπὶ τούτῳ τοῖς πταίουσιν ἔχον τα ἀσυμπαθῆ καταναγκάζειν τὴν ἐκκλησίαν γίνεσθαι, καὶ μᾶλ λον αὐτὴν διαφερόντως τὸ ξυμπαθὲς πρεσβεύουσαν. ὡς γοῦν ἀπετύγχανεν ὁ κρατῶν, καὶ πᾶς ἐς δικαιολογίαν λόγος ἐντεῦθεν 199 ἠπράκτει τῆς τοῦ πατριάρχου καὶ τῶν ἀρχιερέων νικώσης ἐνστά σεως, τοῦτο μὲν καὶ ἄκων ὑπερετίθετο, καὶ τὸ δοκεῖν ὑπερηφά νει μηδ' αὐτὴν ἐκείνην ἣν ἑτοίμως εἶχον διδόναι τομογραφίαν ὥς τι τῶν ἐξ ἀνάγκης θελητῶν προσιέμενος· συνεξακούεσθαι γὰρ καὶ τῷ παιδί τε καὶ διαδόχῳ κατὰ τὸ εἰκὸς τὴν ὡς ἑαυτὸν ὁρκω μοσίαν τε καὶ ὑπὸ θεῷ καὶ τοῖς ἐκείνου νόμοις ἀσφάλειαν. αὐτὸς δ' ὡς ἐῴκει παροξυνθεὶς ἐφ' οἷς ἀξιῶν ἀπετύγχανεν, ἄλλως ἀν τιξύειν ἔγνω τοὺς ἀπειθοῦντας, ἀπρεπὲς καὶ ἄλλως τὸ κατὰ συν ήθειαν πραττόμενον διακρίνων. τὸ δ' ἦν τὸ τὸν ἐπὶ ἀρχιερω σύνῃ χειροτονούμενον κανοῖς τισὶ καὶ δόσει λημμάτων τοὺς χειρο τονοῦντας δωρεῖσθαι καί γε δὴ κληρικῶν ἕκαστον διὰ τὴν προσόν των αὐτοῖς ὀφφικίων δικαιοδοσίαν, ὡς εἴθιστο· Σιμωνιακὸν γὰρ ἀπεκάλει τὸ πραττόμενον πάθος, καὶ ὤνιον χρημάτων κινδυνεύειν τὴν χειροτονίαν ἐντεῦθεν λογίζεσθαι. τοῦτ' εἰς μέσον προτεί νων,