1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

129

τῷ μεγάλῳ δουκὶ προσκειμένους ὑπέσμυ χον, εἰ καταφρονοῖτο, καὶ μάλιστα παρὰ τῶν δοκούντων καὶ ἐν ἀξίαις (τοῖς γὰρ καιριωτέροις μέρεσιν, ὅταν ἐνδῷ πρὸς τὸ χεῖρον, ἀνάγκη συνδιεστράφθαι καὶ τὰ λοιπά, ἢν μή τις ἐπίσχῃ), τότε βασιλεὺς πέμψας ἄγει καὶ ἀμφοτέρους, καὶ δὴ ἡμέρᾳ κυριωνύ μῳ, Μαιμακτηριῶνος τεσσαρεσκαιδεκάτῃ, τοὺς περὶ αὐτὸν παραστησάμενος, παρόντων κἀκείνων, πολὺν μὲν λόγον παρέ τεινε δημηγορῶν, τῷ μὲν δοκεῖν καθαπτόμενος τοῦ Νοστόγγου, τὸ δὲ πλεῖστον καὶ ὑπὲρ τοῦ μεγάλου δουκὸς πρὸς τοὺς μεγιστᾶ νας ἀπολογούμενος, ὡς μηδὲν ἀναξίως κἀκ τοῦ παρείκοντος μήτ' 433 αὐτὸν προβιβασμοῖς τιμῆσαι τὸν καὶ πρὸ τοῦ μέγαν δοκοῦντα, μήτ' ἐκεῖνον παρ' αὐτοῦ τιμηθῆναι, εἰ ἐπὶ τῶν ὅλων γένοιτο· εἶναι γὰρ καὶ ἀλλαχοῦ οὐχ ἥκιστα ἔνδοξον καὶ οὐδὲν ὅ τι λαβεῖν μὴ ἔχοντα. τέλος τὸ τοῦ λεοντοκόμου ποιεῖ, καὶ κυνὶ τὸν ὡς δῆθεν λέοντα ἐκδεδίττεσθαι· προστάττει γὰρ αὐτίκα, καὶ τὸν μὲν γραμματέα ἐξατιμοῖ κουρᾷ τριχῶν καὶ γενείου, τὸν δὲ Νο στόγγον τὰ πολλὰ καθαψάμενος ἐν δημηγορίαις τέλος ἀξιωμά των ψιλοῖ καὶ ἐγκλείει. ἀλλὰ ταῦτα μὲν ἐπράττετο τῇδε. 25. Οὐ χεῖρον δ' ἴσως καὶ τὰ κατὰ τὴν Τρίπολιν διελ θεῖν, ὅπως ἐν τοῖς μέρεσι τοῖς κατ' ἀνατολὴν φρούριον οὖσα, ἔπειτα ἐκ τῆς εἰκαίας καὶ τῆς τυχούσης προφάσεως ταύτην ἀρ χαίαν οὖσαν καὶ Φιλαδελφείας προβεβλημένην ὁ ∆ούκας καὶ βα σιλεὺς καὶ ὅπλοις καὶ σιταρκίαις ἐπετείοις ὠχύρου, καὶ τὸ τῆς Φιλαδελφείας μόρσιμον (τὸ δ' ἦν ἐκ πρώτης κατακλυσμῶν καὶ εἰσέπειτα μηδὲν ἁλῶναι, ὡς ἐφημίζετο) πιστὸν ἐντεῦθεν καθίστα. διά τοι ταῦτα καὶ ἐκυδροῦτο τὸ πόλισμα, καὶ τῶν ἐπιτιθεμένων ἠλόγει Περσῶν. ἀλλὰ χρόνος τὴν πολιορκίαν ἐμέτρει, καὶ τῶν 434 πολλῶν ὑποκλιθέντων εἰς μακρὰν ἀντεῖχον οἱ Τριπολῖται. πλὴν καὶ κατ' ὀλίγον τῇ τῶν ἀναγκαίων ἐνδείᾳ στενοχωρούμενοι καὶ τῆς ἔξωθεν ἐπικουρίας ἐς τὰ μάλιστα ἔχρῃζον. ἀλλ' ἐπεὶ ἐγγύ θεν οὐκ ἦν ἀρωγή, ἔγνωσάν τισι συνωμοσίαις ταῖς πρὸς τοὺς Πέρσας τὰ τῆς ἀνάγκης διευθετεῖν. ἀμέλει τοι καὶ πρὸς καιρὸν ἐσπένδοντο Πέρσαις, καὶ σῖτον ἐκεῖθεν ἐλάμβανον. καὶ ὁ συνε θισμὸς τῆς ἐμπορίας μὴ μόνον ἐκείνους ἐξερχομένους ὠνεῖσθαι τὰ ἀναγκαῖα ἐποίει, ἀλλὰ καὶ Πέρσας εἰσερχομένους ἀνέδην τὴν πόλιν ἀπεμπολεῖν παρεσκεύαζε. τοῦτο πολλάκις πραχθὲν ἔν νοιαν εἰσάγει Πέρσαις ἁλώσεως, καὶ προδόταις κοινολογησάμενοι τὰ εἰκότα ἐν προθεσμίαις πισταῖς τὰ κατὰ τῆς πόλεως ἐξειργά ζοντο. καὶ δὴ σάγμασι πλείστοις τὰ τῶν φορτίων ἐπισκευασάμε νοι, τὸ μὲν στράτευμα ἔγγιστά που ἐνεκρυφίαζον, ἅμα δὲ πολ λοὶ τὴν πόλιν εἰσῄεσαν. σῖτος δ' ἡ ἐμπορία ἦν, καὶ ἕκαστος τῶν κανθώνων ζυγάδα φέρων τῶν φορτωμάτων τὰ κατὰ τὸν πό λεμον ἠχεῖα, οἷς ἐκεῖνοι κροτοῦντες τὴν μάχην ἀνάπτουσιν, ἐν τὸς συνεπῆγον τῶν σάκκων· καὶ ἀντὶ πιποῦς, τὸ τοῦ λόγου, 435 σκορπίον οἱ πολῖται δεξάμενοι, ταῖς εὐθηνίαις ἐλπιδοκοπούμενοι ἐν ἀνέσει ἦσαν. νὺξ δ' ἤδη περὶ αὐτοὺς ἦν, καὶ ἠγνόουν, καὶ ταῖς ἀγαθαῖς προσδοκίαις ᾐώρηντο ἐν κακοῖς ἀναγκαίοις ὄντες. ἐντεῦθεν καὶ νὺξ μὲν ἐκείνη ἐμμέσον μηδὲν ὑπειδομένοις τοῖς πο λίταις, οἱ δ' ἀναλαβόντες ἕκαστος τὰ ἠχεῖα πολέμου τρόπον ἀνε κυμβάλιζον. καὶ τοῖς μὲν διυπνισθεῖσιν ἔκπληξις ἐμπίπτει καὶ ἀπορία τοῦ πῇ τραπῆναι καὶ ἐκφυγεῖν· οἱ δ' ἐπιστάντες ἀπτέρῳ τάχει ταῖς πύλαις αὐταῖς κλεισὶ καὶ ὀχεῦσι τῇ γῇ προσαράττουσι, καὶ ἐγγύθεν τοὺς σφετέρους ἑτοίμους ὄντας συμμαχήσοντας προσκαλοῦνται. καὶ οὕτως αὐτῆς νυκτὸς ἐκ μιᾶς ἐκείνοις ὁρμῆς τὸ πόλισμα παρεστήσαντο. ᾧ δὴ καὶ Ἀλισύρας ὁρμητηρίῳ ἐς τὰ μάλιστα χρώμενος, τὰς συνάμα Καρμανοῖς ἐκδρομὰς ὅπου παρείκοι ἐποίουν. τότε τοιγαροῦν ἐκεῖνος μὲν εὐκόσμῳ φυγῇ τῶν ἀμφὶ τὸν μέγαν ἀπαλλάξας δοῦκα, τὸ πόλισμα ὑποδύς, ὅλος ἐν ἀφοβίαις ἦν καὶ ὑπερηφάνει τὸ σύμπαν.

26. Ὁ δὲ τῶν ὅλων ἀφηγούμενος στρατηγὸς ἀκίχητα γνοὺς διώκων, ὑποστρέψας προσβάλλει τῷ τοῦ Κουλᾶ φρουρίῳ, ἔνθα καὶ ἀπαγχονίζειν ἐφίησι πλείστους αἰτίαις περιβαλών. τοῦτο 436 δὲ φρουρίῳ τοῖς Φούρνοις. καὶ οἱ μὲν αὐτὸν