1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

75

τυχὸν τῷ εἰ πόντι παρέρριπται, ἐξ εἰκότων δὲ γέγονε μέγα καὶ εἰς σκανδάλου πρόφασιν ἱκανόν. ὁ γὰρ ∆υρραχίου Νικήτας τὸν λόγον ἀκούσας οὐκ ἀνεκτὸν ἀκοαῖς εὐσεβέσιν ἡγήσατο πάμπαν, εἰ δαιμόνων ἀν τικειμένων θεῷ ἄνθρωποι ὑπήκοοι τῷ Χριστῷ καὶ υἱοθετηθέντες θεῷ διὰ τοῦ βαπτίσματος ἀδελφοὶ λέγοιντο. γνησίοις γοῦν διὰ ταῦτα τὸν εἰπόντα βλέπειν ὄμμασιν οὐκ ἠνέσχετο, ἀλλὰ πολλοῖς διελάλει τὸν λόγον καὶ βλασφημίαν τοῦτον οὐ μετρίαν ἔκρινε. ταῦτα πολλοῖς μὲν ἐπῄει χλευάζειν καὶ τὸν λόγον ἐπιεικῶς ὡς ἰὸν πικρίας καὶ ὄφεων ἀποστρέφεσθαι· ἐπέπυστο δὲ καὶ βασιλεὺς πλατυνομένου τοῦ λόγου, καὶ ὡς εἰκὸς περιαλγήσας καὶ τῶν πρα γμάτων καταστενάξας, εἰ μὴ μόνον τοῖς σχιζομένοις ἀλλὰ καὶ αὐτοῖς δὴ τοῖς ἡνωμένοις τὰ τῶν ἰδίων χλευάζονται, σύνοδον συγκροτεῖ, καὶ διαλαλεῖ πᾶσι τὰ τέως λεχθέντα, καὶ ὡς ἦν κατὰ τὸ εἰκὸς τοὺς λόγους διευθετεῖ, ἐκβάλλων ὑποψίαν ματαίαν ἐκ καρδιῶν ἀκουόντων ἐνσκιρρουμένην ἤδη τῷ Θεολήπτῳ. αὐτὸς 249 δὲ πειράσας κακοῦν τὸν τὴν τοῦ σκανδάλου πυρκαϊὰν ὑπανά ψαντα αἰδοῖ τοῦ ἀνδρὸς εἴργεται, τὸ μὲν διὰ τὴν ἐκείνου κατά στασιν (ἦν γὰρ ταῖς ἀληθείαις εὐλαβὴς ὁ ἀνήρ, καὶ οὐ κακουρ γίᾳ ἀλλ' εὐλαβείᾳ παρακεκίνητο), τὸ δὲ καὶ διὰ τὸ ἀρθῆναι θέ λειν μέγα τὸ σκάνδαλον ἐκ τοῦ τὸν ὑπομνήσαντα κινδυνεῦσαι.

24. ∆εινὸν δὲ πάθος ἐντεῦθεν εἰσῄει τὸν πατριάρχην Ἰωάννην, καὶ ἤλυε δεινῶς δι' εὐλάβειαν ἐξ αἰτίας τοιᾶσδε. τινὲς γὰρ τῶν ἐκείνου, οἷς νέοις οὖσι ζωγρεῖν ἐπῄει περιστερῶν νεοσσοὺς νεοκομουμένους ἐν τοῖς κατηχουμενείοις, ἐφίστανται καὶ τῷ κίονι ἔνθα τὰ δηλωθέντα τῶν γραμμάτων ἐκπώματα ἐν κρυφῇ κείμενα ἦσαν (Γαμηλιὼν δ' ἐνειστήκει μὴν καθ' ὃν ταῦτ' ἐπράττετο) ἐν ἀριστεροῖς τοῖς εἰσιοῦσι κατηχουμενείοις τοῦ πε ριωνύμου ναοῦ. καὶ ἐπεὶ περιστερεὼν ἦν τῇδε, καὶ ἔδει οὐκ ἰξοῖς καὶ λίνοις ἀλλὰ χερσὶ καὶ μόναις νεοσσοὺς ἀπτῆνας αἱρεῖν, κλίμακά τε ἐπιτιθεῖσι, καὶ εἷς ἀναβὰς ἐκείνων νεοσσοὺς μὲν ἐκεί νους ὑπὸ χεῖρας εἶχεν, ὑπεφαίνετο δ' εὐθέως καὶ τὸ ἐν μυχῷ τῆς ὀπῆς κείμενον. τὸ δ' ἦν τὸ συνεπτυγμένον τῶν ἀρῶν ὄστρακον. ὡς δ' ἀναπτύσσοντες κατεμάνθανον ὅ τι ποτ' ἦν ἐκεῖνο, ἐν θαύ ματι ὡς εἰκὸς ἦσαν καὶ διηπόρουν ὅ τι καὶ δράσουσι. τέως δ' 250 ἀπαγγέλλειν μὲν πατριάρχῃ, ἐγχειρίζειν δὲ καὶ χάρτας καὶ ὄστρα κα ἔγνωσαν. ὡς γοῦν εἰς χεῖρας ὁ πατριάρχης εἶχε καὶ κατενόει τὸ δρᾶμα, προσαναφέρειν ἔγνω τὰ περὶ τούτου καὶ βασιλεῖ, ὅτι καὶ οὐδένα ἄλλον ἢ αὐτὸν ὑπενόει τὸν παρασυρέντα καθ' οὗπερ ἦσαν καὶ αἱ ἀραί. καὶ δὴ τὸν ἀδελφὸν πέμψας Μεθόδιον, ἠξίου βασιλέα παραγενέσθαι οἱ· μηδὲ γὰρ ἔχειν ἀπαντᾶν παρ' ἐκεῖνον. ἀπήγγελε δὲ καὶ τὴν αἰτίαν, ὡς ἔλαθον ἐπὶ τοσοῦτον φρικτῶν ἀρῶν εὐθύναις ὡς οὐκ οἴδασιν ἐνεχόμενοι, καὶ ὡς ἀπεναντίας τῆς πάλαι περιστερᾶς, λύσιν εὐαγγελιζομένης κατακλυσμοῦ, ἡ ἐπὶ τοῦ κίονος ἐκείνη φαίνεται, παρ' ὅσον οὐκ εὐλογίας ἀλλὰ κα τάρας καὶ ἀφορισμῶν μηνύτρια γέγονε. καὶ τὸ χείριστον, ὡς τότε μὲν ὁ δέων πατριάρχης ἦν καὶ τὴν τοῦ δεῖν ἐξουσίαν τοῦ πνεύματος ἔφερε, νῦν δ' ὁ καὶ ἴσως λύειν μέλλων, εἰ τέως καὶ λύοι, ἐστερημένος τῆς τοῦ λύειν ἐξουσίας εὑρίσκεται. καὶ διὰ ταῦτα ὡς πολλῆς τῆς δυσκολίας οὔσης χρὴ κοπιᾶν, ἔλεγε, καὶ συμβουλεύειν τὸ ποιητέον, ὡς ἐμβραδύνουσιν ἴσως μὴ σφίσιν ἀκίνδυνον ὄν. ταῦτα βασιλεὺς ἀκούσας διευλαβήθη τέως τὴν πρᾶξιν καὶ πρὸς τὸν λόγον ἐθορυβήθη, καὶ ὡς εἶχεν εὐθέως παρὰ τὸν πατριάρχην γίνεται. ὡς δὲ τὰ γράμματα εἶδε, καὶ ὅπου κεί 251 μενα καὶ ὅπως εὑρέθησαν πέπυστο, ἐν ἀπόρῳ ἦν καὶ τὸ ποιητέον ἐσκόπει· τὸ γὰρ πατριάρχην Ἀθανάσιον δέοντα ἀξιοῦν ἰδιωτεύ σαντα λύειν, οὐχ εὕρισκον αὔταρκες. ὅθεν καὶ συνέρχεται μὲν σφίσιν ἐκ προσταγῆς ὁ Ἀλεξανδρείας, συνέρχεται δὲ ὁ τῆς Ἐφέσου Ἰωάννης, οὕτως ἀργῶς τῆς τιμῆς ἔχων, συνῆσαν δὲ καὶ τῶν ἀρχιερέων οἱ παρευρεθέντες, καὶ κοινῇ σκέψει τὸ πρᾶγμα ἐδίδο σαν. κοινῶς οὖν κατεστύγουν ἅπαντες, καὶ τῆς πράξεως τὸν πράξαντα ἐν οὐ καλαῖς ὑπονοίαις ἦγον· οὐ γὰρ ἄλλο τι ἀλλ' ἑαυ τῷ καὶ πάλιν περιποιεῖν τὴν τιμήν, ἀφύκτως οὕτω καὶ ταῦτα ὃν οὐκ ἐχρῆν δεσμοῦντα. τέως γε μέντοι τοῖς μὲν ἐδόκει