1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

130

(οὐδὲ γὰρ ἦν χθὲς καὶ πρὸ τρίτης προσχωρήσαντας κατ' ἀνάγκην Πέρσαις ταῖς πρὸς ἐκείνοις ὁμολογίαις καὶ ἔτι ἐμμένειν, φανεισῶν τῶν δυνάμεων) ὑπτίαις δέχονται ταῖς χερσὶ καὶ θερμαῖς μεταγνώσεσιν ἐμφανεῖς ἦσαν τὴν ἀναγκαίαν δυσχεραίνοντες μοῖραν τῆς πρὸς τοὺς ἐχθροὺς προσχωρήσεως· ὁ δὲ τοῖς μὲν ἄλλοις τῷ δοκεῖν ἀνίει τὰ πταίσματα, τοῖς δὲ δόξασι τῶν λοιπῶν προέχειν βαρέως εἶχεν. ὅθεν καὶ τὸν μὲν φύλακα τοῦ πολίσματος ἀφαιρεῖται τῆς κεφα λῆς, ἄλλους δ' ἄλλως τιμωρησάμενος ποινὴν ἀγχόνης καὶ πρεσ βυτέρου τοῦ τῶν λοιπῶν ἐξάρχου καταψηφίζεται. ὡς δ' οὐκ ἦν αἰωρουμένῳ οἱ ἀπερυγεῖν ἀναγκαίως αὐτίκα καὶ τὴν πνοήν, τῶν τις ἐπὶ τούτοις ἐπιτεταγμένων, θείαν ἔνδειξιν ἡγησάμενος τὸ τε λούμενον, εἴτε προσταχθὲν εἴτε καὶ μή, κοπίδι τέμνει τὸν βρό χον καὶ τοῦ κινδύνου τὸν κατάδικον ἐξαιρεῖται. εἶτα Φιλαδελ φείᾳ προσβάλλει, καὶ χιλιάδας συχνὰς ἐκεῖθεν ἐκλέγει χρυσίου, ἀδυσώπητον ἐπὶ πᾶσι φέρων τὸ φρόνημα. ἔπειτα τὰ ὅμοια δρᾷ Πυργίον καὶ Ἔφεσον, καὶ τὸν τῆς ἀπαναστάσεως φυγοῦσι, τὸ τοῦ λόγου, καπνὸν τὸ πῦρ ὑπανῆπτε τῶν πειρασμῶν. καὶ ὁ δι δοὺς πλεῖστα μετὰ πολλὰς βασάνους μόλις ἐσώζετο. ταῦτα κἀν ταῖς νήσοις Χίῳ καὶ Λήμνῳ καὶ Μιτυλήνῃ ἐπράττοντο. καὶ 437 ὅπου ῥοῖζος χρυσίου, κἂν μοναχὸς ἦν κἂν τάξεως ἱερᾶς κἂν τῶν ἐπιτηδείων καὶ γνωστῶν βασιλεῖ, δειναῖς αἰώραις ἠτάζετο, καὶ ὁ μακελλικῷ φιτρῷ καὶ κοπίδι πρὸ ὀφθαλμῶν ἀπειλούμενος θά νατος καὶ τὰ ἐν μυχοῖς γῆς κρυπτόμενα ἐκ τοῦ παρασχεδὸν ἀνώ ρυττε καὶ ἐδείκνυ. ὁ μὲν οὖν διδοὺς ἐντεῦθεν ἠλευθεροῦτο τῇ τοῦ χρυσοῦ ὡς ἀληθῶς ἐτυμότητι, ὁ δὲ μὴ ἔχων πρόστιμον εἶχε τὸν θάνατον. ὃ δὴ καὶ τῷ ταλαιπώρῳ Μαχράμῃ κατὰ τὴν Μι τυλήνην γεγόνει. οὗτος γὰρ ἐν τοῖς μάλιστα τῶν βασιλικῶν ὑπη ρετῶν ὢν καὶ τῇ οἰκειότητι κλεϊζόμενος τὰς οἰκήσεις κατεῖχεν ἀνὰ τὸν Σκάμανδρον. ὡς δὲ πᾶσαν τὴν ἐκεῖ χώραν προκαταλαβόν των τὴν Ἴδην Περσῶν ἐρημοῦσθαι τῶν οἰκητόρων ξυνέβαινε, φθάνει καὶ αὐτὸς σὺν πολλοῖς ἄλλοις τὸ τῆς Ἄσου φρούριον ὑπεισδῦναι· ᾧ δὴ καὶ ὡς ἀξιωτέρῳ οἱ ἐκεῖ τῶν ὅλων, ἐπεὶ καὶ τοῦ ἐξηγουμένου ὡς εἰκὸς ἐν τοιούτοις καιροῖς περιστάσεως ἔχρῃ ζον, αὐτούς τε καὶ τὸ φρούριον ἐγχειρίζουσιν. ὁ δὲ ὑφίσταται τὴν ἡγεμονίαν διδόντων ἐκείνων ἀνεπισημάντως ὅσον ἐκ τοῦ κρα τοῦντος. ὅμως καὶ οὕτως ἔχων οὐκ ἐρραθύμει τῆς ἐφ' ἑκάστῳ προνοίας, καὶ ἐφ' ἱκανὸν ἀμφεπονεῖτο καὶ συνεῖχε τοὺς τῇδε πυρ γηρουμένους. ἐπεὶ δὲ δηουμένων τῶν ἐξωτέρων τέλος αὐτοὺς ἔμελλε περιστῆναι τὰ χαλεπά, τὸ δρᾶσαί τι γενναῖον οὐκ ἔχοντες εἰ προσμένοιεν, πρὸς φυγὴν ὥρμων καὶ προαπανίσταντο, ἀγκά 438 λας σφίσιν ὡς καὶ πολλοῖς ἑτέροις ἐξ ἐγγίονος προτεινούσης τῆς Μιτυλήνης, καὶ τὸ καθ' αὑτὸν σκοπῶν ἕκαστος ἠλόγει τοῦ ἄγον τος καὶ τῆς ἑκουσίου ἀνεῖτο ὑποταγῆς· ἐφ' οἷς μηδὲν ἔχων ἀντι πράττειν, τοῦ πλήθους ὡς εἰκὸς δυναστεύσαντος, συναπαίρειν ἔγνω κἀκεῖνος, καὶ κενὸν ἐντεῦθεν τὸ φρούριον καταλέλειπτο. ἀλλὰ μεθ' ἡμέρας ὁ μέγας δοὺξ προσίσχει τῇ νήσῳ, καὶ ἔδει πάντως αἰτίας τῶν πορισμῶν τὰς μὲν εὑρίσκεσθαι τὰς δὲ πλάτ τεσθαι. σὺν ἄλλοις πολλοῖς καὶ οὗτος τῷ τροχῷ συλλαμβάνεται. οἱ δὲ ἄλλοι πάντες μίαν τὴν τοῦ κακοῦ λύσιν, εἰ προτείνοιεν ἁβρὸν τὸ χρυσίον. καί τις δὲ ἄλλος ὃς προενηργηκὼς δημόσια τὰ ἐξ ἐκείνων κέρδη ἐν χιλιάσι καὶ μάλιστα εἰσεπράττετο. τῷ δὲ προσετιμᾶτο θανάτου διὰ τὴν τοῦ φρουρίου κατάλειψιν. εἰ δ' ὠνεῖσθαι βούλοιτο τὴν ζωήν, εἰς χρυσίου χιλιοστύας πέντε ἡ ἔκτισις ἵστατο. κατηντήκει δὲ καὶ ποινὴ μέχρι καὶ ἑκατοστύος μιᾶς τῷ Μαχράμῃ. ὡς γοῦν βραδεῖς ἐφαίνοντο οἱ μὴ ἔχοντες περὶ τὴν ἀπόδοσιν, αὐτῆς ὥρας προστάσσει ἐπ' ὄψει θατέρου καρατομεῖσθαι θάτερον τὸν Μαχράμην, καὶ ὁ μακελλικὸς φιτρὸς παρευθὺς καὶ τὸ ξίφος ἕτοιμον εἰς ἀναίρεσιν· τὰς γὰρ τῆς κεφα λῆς τρίχας ἱμᾶσι δεθείς, εἶτα δ' ἐκταθεὶς ἐπὶ τοῦ φιτροῦ καὶ καρτερῶς πιεσθείς, ὥστε καὶ τοὺς σπονδύλους τοῦ τραχήλου ἐκ 439 λυθῆναι τῆς φυσικῆς ἁρμογῆς, οὕτως ἀθλίως καὶ τὴν τομὴν δέ χεται. καὶ τὸ συμβὰν θατέρῳ θεασαμένῳ Γοργώ τις ἦν ἀπολι σθοῦσα τὸν δείλαιον, καὶ πικρὸν κλαίει, καὶ