1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

114

ἐν τῷ κελλίῳ μου περικλεισθεὶς ἐκαθήμην. ἀμφιβάλλοντι δὲ καὶ δεομένῳ θεοῦ περὶ τούτων ἐμφάνειά τις θεία ἐπέστη μοι λέγουσα "3εἰ φιλεῖς με, Πέτρε, ποίμαινε τὰ πρόβατά μου."3 πάλιν οὖν διὰ τοῦτο ἀνῆλθον εἰς τὸν θρόνον. ἐπεὶ δὲ καὶ αὖθις ἐκινοῦντο μειζόνως τὰ σκάνδαλα καὶ ἡ ἐκκλησία διὰ 382 τοῦτο ὑβρίζετο, πάλιν τῆς καθέδρας ἐξέστην τῆς πατριαρχικῆς διὰ τὴν εἰρήνην αὐτήν. ἐπεὶ δὲ καὶ αὖθις ἐγένετο ὅσον γινώσκετε, καὶ ἀφορισμὸς ἐξεφωνήθη μοι κατὰ τοῦ ἀναβιβάσοντος ἐπὶ τὸν πατριαρχικὸν θρόνον τὸν κύριν Ἀθανάσιον διὰ τὸ δοκεῖν τὴν αὐτοῦ ἀνάβασιν βαρεῖαν πᾶσι καὶ ἐπαχθῆ, ὑμεῖς δὲ ἀρτίως οὐ δέχεσθε τοῦτον δηλαδὴ τὸν ἀφορισμὸν ὡς μὴ ἐκφωνηθέντα κα νονικῶς, ὡς λέγετε, ἰδοὺ καὶ αὐτὸς ὅσον τὸ τοῦ ἀφορισμοῦ ἀπολύω, καὶ παντάπασι λελυμένον ἔχω αὐτόν, οὐ μέντοι τὴν ἀνάβασιν αὐτοῦ εὐδοκῶ. πῶς γὰρ ἂν αὐτὸν καὶ δέξομαι ὡς ἀρ χιερέα, ἄνθρωπον κατηγορηθέντα καὶ ὑβρισθέντα καὶ χείρονα ἢ ἐγὼ μικροῦ δεῖν καὶ εἰς αὐτὴν τὴν εὐσέβειαν αὐτοῦ, ἄλλως τε καὶ παραιτησάμενον ἐκκλησιαστικῶς καὶ κανονικῶς; ταῦτα λέγω πᾶσι καὶ διαμαρτύρομαι. εἴ τι δὲ συμβῇ μετὰ ταῦτα, ὑμεῖς ὄψεσθε· τὸ γὰρ ἡμέτερον ἅπαν δεδήλωκα. ὁ δὲ θεὸς τῆς εἰρή νης, ὁ τὸ ἴδιον αἷμα δοὺς ὑπὲρ τῆς ἁγίας αὐτοῦ ἐκκλησίας, αὐ τὸς ταύτης ποιήσοι τὸ συμφέρον καὶ εἰρηναῖον καὶ ἀστασίαστον." ἡ ὑπογραφὴ "ὁ ἀββᾶς Ἰωάννης."

7. Ἡμέρα μὲν οὖν παρασκευὴ ἦν, πρώτην δὲ μετ' εἰ κάδα ὁ κατ' Ἀθηναίους Μαιμακτηριὼν μὴν ἦγε, καὶ ὁ βασιλεὺς τὸ γράμμα ἐδέχετο. ὃ δὴ καὶ εἰς προῦπτον μὲν καὶ πασίδηλον 383 οὐκ ἐδείκνυ. τέως συλλέξας ἀρχιερεῖς καὶ κληρικοὺς τὴν λύσιν ἐδήλου τοῦ ἀφορισμοῦ, παρεμφαίνων καί τισιν ἐξ αὐτῶν τὸ γράμμα. καὶ τῷ ἐντεῦθεν, ἐπεὶ οὐκ ἦν ἄλλο ἐφέξον, ὡς ἐδό κει, τὴν πρᾶξιν, πολλῶν ὑπονοουμένων καὶ ἄλλων κατὰ τὸ λεληθός, ὅμως ὡς δῆθεν περιαιρεθείσης τοῖς ἀρχιερεῦσι τῆς ἐκεῖ θεν προφάσεως, σαββάτου τοῦ ἐπιόντος καὶ κυριακῆς ἐπὶ τούτῳ ἐν τῷ θείῳ δὴ πάλιν τῶν ἁγίων ἀποστόλων καὶ περιωνύμῳ ναῷ προσέταττε συνάγεσθαι πάντας, καὶ μηδὲν κύκλῳ περιβαλλομέ νους ὁμονοίας τρίβους ποιεῖν καὶ τούτων ἅπτεσθαι, ὡς οὐ τριβὰς τοῦ καιροῦ χωροῦντος. γέγονε τοῦτο κατὰ τὴν πρόσταξιν, καὶ τῷ τόπῳ συναγόμενοι ἀπεῖχον πολλῷ τὰς γνώμας καὶ ὁμονοεῖν οὐκ ἐδύναντο. ἐπεὶ οὖν πέμπων ὁ βασιλεὺς ὅ τι λέγοιεν ἐπυνθά νετο, εἰκοστῇ τρίτῃ μηνὸς τοῦ αὐτοῦ, περὶ τὸ τῆς μεσημβρίας μεσαίτατον, ἐπιβὰς ἵππου τὸν θεῖον καταλαμβάνει τῶν ἀποστό λων ναόν. καὶ τὰ πολλὰ συγγεγονὼς σφίσιν, ἐπεὶ οὐκ ἦν τὸ παράπαν ὁμονοεῖν, λαβὼν ἐκεῖνος τοὺς δεχομένους τὸν Ἀθανά σιον, ἀφεὶς τοὺς μὴ δεχομένους, εὐθὺ τῆς μονῆς ἐκείνου γίνεται, καὶ ὡς οἷόν τ' ἦν ἐκεῖνον ἀρχιερατικῶς ἐπισκευασάμενοι, πεζῇ 384 καὶ βάδην ὑπ' ἀέρι πῦρ πνέοντι καὶ καιρικῷ πνίγει, ἅμα κληρι κῶν τοῖς παρατυχοῦσι καὶ τῷ λαῷ ὅσος συνείλεκτο, τὴν ἐκκλη σίαν καταλαμβάνουσι, καὶ πάλιν ἐπίσκοπος, ὥσπερ ἐκ μαγγάνου τινὸς τῆς ἐπὶ τῷ σεισμῷ δοξάσης προγνώσεως εἰς τὸ μέσον ῥιφείς, ἀναφαίνεται ὁ μηδ' οἷός τε εἶναι τὴν ἱερὰν ἀρχὴν ἀναλα βεῖν προαιρούμενος. καὶ ὁ μὲν τυχὼν οὗπερ χάριν καὶ τὰ πολλὰ ἐκεῖνα τῶν καθ' ἡμέραν βουλῶν ἐξυφαίνοντο, σπουδαιοτριβῶν ἐς τέλος τά οἱ προσήκοντα καὶ ὑπὲρ δύναμιν οὐκ ἀνίει· οἱ δέ γε τῶν ἀρχιερέων ἡμίσεις, σὺν οἷς καὶ τῶν ἐν μοναχοῖς δοκούντων τινὲς καὶ τῶν κληρικῶν ἔνιοι, καρτερῶς διέγνωσαν σχίζεσθαι. τῆς δ' ἐπιγενομένης ἡμέρας ὁ πατριάρχης Ἰωάννης τὰ καθ' αὑ τὸν πρὸς τὸ ἀδηλότερον μετασκευασάμενος ἐφ' ᾧ τῆς πόλεως ἐξελθεῖν, μηδ' αὐτῷ βασιλεῖ συνταξάμενος, ἅμα τοῖς αὐτοῦ ἀπαίρει τῶν τῇδε καὶ πρὸς Σωζόπολιν γίνεται. τῷ δ' ἦν ἑκάστης διαλαλεῖν ἐμφανῶς ὡς διωχθείη τῆς ἐκκλησίας καὶ ὡς τὸ καὶ τὸ πάθοι, καὶ πάντων κατὰ κόσμου δυσχερῶν τὴν αὐτοῦ ἀπουσίαν ἐπαιτιᾶσθαι, καὶ τοῖς κληρικοῖς ἐξονειδίζεσθαι ὡς αἰτίοις, εἴ πού τι καὶ ξυμβὰν ἔτυχε, καὶ ἐπὶ λιτανείαις κοιναῖς θαρρεῖν ἐν τεῦθεν διορθοῦν τὰ σφαλέντα ὡς δῆθεν καὶ ἀπ' ἀμελείας καὶ τρυφῆς ξυμβάντα, ὡς καί τινα διορθοῦν δῆθεν