1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

92

καὶ δὴ φθίνε καλὰ πρόσωπα, καὶ τότε νυκτὸς ἐνὶ τριτάτῃ σχεδὸν ἑσπερίηθεν λάμπ' ἐπιδίφριος, αἴφνης δὲ σκοτόεσσα τέτυκτο, ἀρξαμένη τὰ πρῶτ' ἐκλείπειν ἀντολίηθεν, μέσφ' ὅλη ἐξαπόλωλεν, ἐφ' ὥρῃ μηδὲν ἐοῦσα. ὥρης δὲ τρίτον ἔσβη. ἀτὰρ ἀπήρχετο φώσκειν, καὶ πάλιν ἀντολίηθεν ἐς ὥρην ἔμπλεος ὦπτο. τόρρα καὶ ἐς μετέωρα ἐειδώς τις ἔειπε, καί γε ἰδὼν θηήσατο, ὅς γε προμάνθαν' ἀκούσας. 307

16. Ταῦτα μὲν τοῦ ἔτους ἐκείνου γεγόνει· Ἀλανῶν δὲ μεγάθυμον ἔθνος ὡσεὶ δέκα καὶ ἓξ χιλιάδας ποσούμενον, ὧν τὸ ὑπὲρ ἥμισυ μάχιμον ἦν, ἀπολυθὲν Νογᾶ καὶ τῆς ὑπ' ἐκείνῳ δου λείας ἐν πολέμῳ ἀπολωλότος, ἐζήτουν προσχωρεῖν βασιλεῖ, καὶ τῷ ἀρχιερεῖ προσελθόντες Βιτζίνης ἱκέτευον δι' αὐτοῦ βασιλέα σφᾶς δέχεσθαι. ἐνόσουν γοῦν καὶ δεινῶς εἶχον τότε τὰ κατὰ ἀνατολήν, καὶ τοῦ Βιτζίνης τὴν σφῶν ἀγγέλλοντος ἱκετείαν ἕρ μαιον ἐλογίζοντο ὡς καιρόνδ' ἐπιστάντων· αὐτοὺς γὰρ εἶναι καὶ τοὺς τῷ Νογᾷ παρασπίζοντας, καὶ δι' ὧν ἐκεῖνος τὰ μεγάλα κα τώρθου. καὶ διὰ τοῦτο τὴν σφῶν ἄφιξιν θεόθεν τινὰ μηχανὴν ἡγοῦντο εὐκαίρως σχεδιασθεῖσαν εἰς ἀρωγήν. γράμματά τε παρ' αὐτοὺς βασιλικὰ κατεπέμποντο, καὶ παμπληθεὶ ἐφ' ἁμαξῶν καὶ λαμπήναις προσηυτομόλουν. καὶ βασιλεὺς ὅτι πλείστην ἐκ χω ρῶν Θρᾳκικῶν τε καὶ Μακεδονικῶν τὴν ἐκείνων παρεσκευάκει σί τησιν. τοὺς δέ γε μεγιστᾶνας ἐκείνων εἰσαγαγὼν καὶ φιλοφρόνως δεξιωσάμενος, ἐκ συνδοσιῶν κοινῶν τὰ ἐκείνων ἑτοιμάσας ὀψώ νια, ἔτι δὲ καὶ ἵπποις ἱκανώσας ἐκ τῶν ἰδίων στρατιωτῶν μάλι στα, τοῖς ἱκανῶς ἔχειν σφίσι δοκοῦσι παραδοὺς διασωσταῖς Ῥω 308 μαίοις, ἐπ' ἀνατολῆς ὥρμα. ἦν δὲ καὶ προστεταγμένον πρὸς βασιλέως αὐτοὺς κατοικίζειν τῇδε. καὶ ἦν ὁ σκοπὸς τῷ κρα τοῦντι καὶ λίαν εὔελπις· εὐάγωγον γὰρ ἐμάνθανεν εἶναι τὸ ἔθνος καὶ εὐπειθές, πρὸς δὲ πολέμους καὶ λίαν ἀρεϊκόν τε καὶ μάχιμον. καὶ διὰ ταῦτα κατωλιγώρει σχεδὸν τῶν Ῥωμαίων ὡς γυναικι σθέντων ἄντικρυς καὶ ἐξ ἀνάγκης μὲν τὰ πολλὰ καταμαλακισθέν των, οὐχ ἧττον δὲ καὶ ἀπὸ κακοθελοῦς γνώμης καὶ προαιρέσεως. τοῖς δὲ καὶ μᾶλλον ἐθάρρει ἄρτι πρώτως φανεῖσι καὶ ἀποδυομέ νοις εἰς Περσικοὺς πολέμους, τὸ ἱκανὸν παρὰ βασιλέως ἔχουσιν. ἐκεῖνοι μέν, ὡς εἴθιστο πάλαι σφίσι σὺν Νογᾶ πολεμοῦσιν, οὕ τως κἀνταῦθα στρατεύειν ἐζήτουν, πανσυδίην δηλαδή, ὡς ἀλ λήλοις ἀρήγοιεν κατὰ πόλεμον. τὰ δέ γε κατὰ τὴν Ῥωμαΐδα πανταχόθεν πράγματα μερίζεσθαι τούτους ἐποίει, ὡς μήτ' αἰδῶ παρ' ἀλλήλων εἶναι σφίσι μήτε συνασπισμὸν ὑπὲρ ἀλλήλων τὸν πρέποντα. τῷ τοι καὶ τοὺς μὲν πλείστους κατ' ἀνατολὴν ἔπεμ πεν, ἄλλους δέ γε τῷ Μουζάλωνι Ἁλιζώνων ἡγεμονεύοντι παρε 309 δίδου. πολλοὺς δὲ καὶ τοὺς κρείττους προσετοιμάσας τῷ υἱεῖ συνεξώρμα καὶ βασιλεῖ· ἐδέησε γὰρ καὶ βασιλέως ἐπιστασίας τοῖς κατ' ἀνατολὴν πράγμασιν. ἀλλ' οἱ μὲν προεξεληλακότες ἐπ' ἀ νατολῆς ὡς ἤδη καὶ μόνον τὸν κατὰ τὴν Καλλίου πόρον ἐπεραι οῦντο, εὐθὺς ἐχρῶντο τοῖς αὐτῶν ἤθεσι, καὶ τῶν ἀγόντων κα τολιγωροῦντες μεγάλα διετίθουν κακὰ Ῥωμαίους, λῃστῶν ἐπιόν τες τρόπον, τοῖς μὲν παροικοῦσι τὰς χώρας κακὸν ἀπρόοπτον ἐφιστάμενοι, τοῖς δὲ συναντῶσι δεινὸν ἀπάντημα γνωριζόμενοι, οἷς δὲ καὶ συνεσκήνουν, χαλεπὸν γειτόνημα ὄντες, οἷς βοηθεῖν ἀπεστέλλοντο. εὑρόντες δὲ χώρας παντοίων πληθούσας καλῶν, ἐνευπάθουν ἐκείνοις ἁρπάζοντες. μόλις δ' ἀποσωθέντες, πολ λῶν ἀποναμένων τῶν δυσχερῶν οἷς τ' ἐπεστάτησαν οἷς τε συνήν τησαν, ἐμέμνηντο καὶ τῶν συγκειμένων, πλὴν οὐχ ὡς ἔδοξαν ἀπεφάνησαν, ἀλλ' ὑπερηφάνουν μὲν ἡγεμόνων, καθ' αὑτοὺς δὲ ὅσα καὶ βάρβαροι συνιστάμενοι Ῥωμαίοις πλέον ἢ πολεμίοις ἐπῄε σαν. ἐνίοτε δὲ καὶ δουλαγωγηθέντες ἐκ μεγάλης καὶ προμηθοῦς 310 δεξιώσεως συνελθόντες κατὰ τόπον τὴν Χήναν σὺν Ῥωμαίοις προσβάλλουσι, καὶ ἀνδραγαθοῦσι τὰ μάλιστα, ἀπαγωγὴν ἱκανὴν καὶ λείαν περιβαλλόμενοι. ἐδόκουν δὲ λῆμα μὲν πολεμικὸν ἔχον τες, ἤθεσι δ' ἀνυποτάκτοις ὡς βάρβαροι χρώμενοι, ἕξοντες δὲ κατὰ τρόπον, ἐπεὶ τῶν ἄλλων κατωλιγώρουν, ἢν ὑπὸ βασιλεῖ στρατηγοῦντι γένοιντο.