1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

126

ἡμέρας ἐπέστη, ἐκείνη μὲν οὐδὲν ἦν τῶν ἐς ἐξόρμησιν συντεινόν των ὅπερ οὐκ ἔλεγέ τε καὶ ἔπραττε, Ἰταλοὶ δὲ καὶ αὖθις ἐν ὑπερ ημερίαις τρίβειν θέλοντες τὸν καιρὸν μάχας ἐμφυλίους ἐκ πολλῆς τῆς ὑπερηφανίας καθίστων, καὶ πρὸς Ἀλανοὺς εἰς διενέξεις ἀκαί ρους ἐχώρουν. παρώτρυνε γὰρ ὁ ζῆλος καὶ Ἀλανούς, ὅτ' ἐκεί νων τριουγγίοις καὶ διουγγίοις μηνὸς ἑκάστου ἱκανουμένων αὐτοὶ ἐν ὀλίγῳ τινὶ ἐμισθοῦντο καὶ τῶν ἀπερριμμένων παρ' ἐκείνοις ἐδόκουν. καὶ πρὸς ταῦτα διαφοραῖς τισὶ καὶ ἀπεχθείαις τὰς γνώ μας ἐκείνων ἠλλοτριοῦντο. ὡς γοῦν ἔτυχον μέν τινες τῶν Ἀλανῶν ἀλήθοντες κατὰ μύλωνα, ἔτυχον δὲ κἀκ τῶν Ἀμογαβάρων ἐξ ἀλαστορίας ὄντι ῥητῆς τῇ ἀλετρίδι ἐπιχειροῦντες, ἐπέβαλον δὲ τὰς χεῖρας καὶ τοῖς ἀλεύροις, ἔρις ἐντεῦθεν καὶ φιλονεικία διὰ λόγων τέως συνίσταται, καὶ Ἀλανός τις, ὡς λέγεται, πρὸς ἐκεί νους ἠπείλει ταῦτα σφᾶς ὅσον οὐκ ἤδη καὶ τὸν μέγαν διαθεῖναι δοῦκα ἅττα καὶ τὸν μέγαν δομέστικον ἔδρασαν. τοῦτο ῥηθὲν εἰ καίως οὐκ ἔλαθε, καὶ ἡ ὑποψία τοῦ λόγου δεινὴν ἐνέτεινε μῆνιν, καὶ ὡς ἤδη παθὼν ἀκούσας ἐκεῖνος ἠμύνετο. ἐμπίπτουσι τοίνυν νυκτὸς Ἀλανοῖς ὀλίγοις πολλοὶ καὶ εὐτρεπεῖς ἀνετοίμοις. οἳ δὴ καὶ ἐξ αὐτῆς τὴν μάχην ἀναρριπίσαντες, πεφραγμένοι πελταῖς, τῷ καθ' αὑτοὺς ἀσφαλεῖ πίσυνοι, οἱ μὲν κατὰ θύρας τῶν οἰκιῶν, 423 οἱ δὲ καὶ ἀποστεγοῦντες τοὺς οἴκους, στερρῶς κατηκόντιζον Ἀλα νῶν. οἱ δὲ καὶ αὐτοὶ τῷ ἀναγκαίῳ ἑαυτοὺς ἀρτύναντες ὑφιστά μενοι ἐτοξάζοντο, καὶ ἔπιπτον ἑκατέρωθεν. ἀλλ' Ἰταλοὶ περιῆ σαν, καὶ ὁ τοῦ τῶν Ἀλανῶν ἐξηγουμένου Γεωργοῦς παῖς, ἀνὴρ μεγιστὰν καὶ τὰς μάχας ἀρεϊκός, σὺν πολλοῖς ἄλλοις πίπτει κα τακοντισθείς. καὶ τότε πολλοὶ μὲν τρωθέντες πολλοὶ δὲ καὶ πε σόντες, καὶ ἄκοντες διελύοντο. τῇ δ' ὑστεραίᾳ καὶ αὖθις καρ τερὰ συνίσταται μάχη, τῶν μὲν ὑπερηφανούντων, Ἀλανῶν δ' οὐκ ἀνεκτῶς ἐχόντων τὸν τοῦ πεσόντος οἴκτιστον θάνατον. καὶ τότ' ἀμυνομένοις τοῖς Ἀλανοῖς εἰς τριακοσίους πεσεῖν ὑπῆρξεν, ὡς λέγεται. καὶ ταῦτ' ἐπράττετο Βοηδρομιῶνος ἐνάτῃ, ὅτε οὐδ' αὐτὸς μέγας δοὺξ οἷός τ' ἦν ἀμωσγέπως μεταξὺ τῶν μαχομένων φαινόμενος ἀναστέλλειν τὸν πόλεμον. ὅμως ῥαΐσαντος τοῦ κακοῦ, πολλῶν καὶ περὶ αὑτοῖς δεδοικότων τῶν ἐγχωρίων, τοῦ Γεωργοῦς μεθ' ἡμέρας ἐπιστάντος ἐπὶ διαπεπραγμένοις τοῖς Ἀλανοῖς πολὺς ἦν ὁ τῶν Ἰταλῶν ἐξηγούμενος δώροις ἐκμειλίσσων τὸν βάρβαρον, εἰ κἀκεῖνος υἱοῦ ποινὴν κατατεθνειῶτος οὕτως ἀκόσμως οὐκ ἤθελε δέχεσθαι, ἀλλά γε καὶ μετόπισθεν κότον εἶχεν ὄφρα τελέσσοι. ἐπέστη Πυαντιών, κἀκείνους μὲν ἡ Ἀχυράους εἶχε ποσουμένους εἰς χιλιάδας, ὧν τὸ Ἰταλικὸν ἓξ ἦσαν, ἦσαν δὲ καὶ τὸ περιλει 424 φθὲν Ἀλανῶν πλῆθος ὡς εἰς χιλίους. τὸ δὲ λοιπὸν Ῥωμαϊκὸν ἦν ὑπὸ τὸν μέγαν ἄρχοντα τὸν Μαρούλην. ὧν ἁπάντων ὁ μέγας δοὺξ ἐξηγεῖτο, αὐτὸς καθιστὰς τοὺς μισθούς, αὐτὸς παρέχων, καὶ τρόπον αὐτοκράτορος στρατηγοῦ ἄγων καὶ φέρων ὅπῃ καὶ βούλοιτο.

22. Τὸν δὲ φυλακίτην πορφυρογέννητον ἡ τοῦ μηνὸς πέμπτη νεκρὸν καθορᾷ. τὸ γὰρ τῆς κυνάγχης πάθος πάντα μᾶλλον ἐκεῖνον ἢ περιεσόμενον ἀπειργάζετο. ὃ γνωσθὲν βασι λεῖ, σπουδὴ ἦν κατὰ τὸ εἰκὸς πρότερον ἢ ἀπελθεῖν ἑτοιμασθῆ ναι. καὶ πέμψας (οὐδὲ γὰρ ἠξίου προσιδεῖν διὰ τὴν καθοσίω σιν) τὰ καθ' αὑτὸν προσέταττεν οἰκονομεῖν ὡς βούλεται. κἀ πειδὴ οὐδὲν ἦν ἄλλο οἱ προύργου περὶ οὗ διασκέψαιτο ἢ τὸ ἑτοι μασθῆναι καὶ μὴ ταραχθῆναι, ἀνακαλεῖται μὲν πατριάρχην, ἀνατίθησι δέ οἱ τοὺς λογισμούς. καὶ τέλος παρ' αὐτοῦ ἀποκεί ρεται καὶ Ἀθανάσιος ὀνομάζεται, πάντ' ἐκεῖνα τὰ πρώην μηδὲ λογισμοῖς ἐπιτρέψας, ὥστε καὶ περὶ τοῦ σφετέρου υἱοῦ ἐρωτώ μενος, βασιλέως πέμποντος, εἴ τι καὶ περὶ ἐκείνου βούλοιτο, προσθέντος καὶ τοῦ ἀνεψιοῦ, ἐκεῖνον βαρέως ἀπολογήσασθαι μήτ' αὐτὸν ἔχειν υἱὸν μήτ' ἐκεῖνον ἀνεψιόν, καὶ οὕτως αὐτῆς ὥρας ἐφησυχάσαντα τῇ ὑστεραίᾳ ἀποθανεῖν. ἡ δ' ἐκφορὰ τοῦ 425 νεκροῦ καὶ λίαν μεγαλοπρεπῶς ἡτοιμάζετο. κελεύει γὰρ βασι λεύς, καὶ πλεῖστον ὅσον ἐξ ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος, ἐξηγουμένου καὶ πατριάρχου σὺν ἀρχιερεῦσι καὶ κλήρῳ παντί, συναθροίζεται. καὶ ὑπὸ δαψιλέσι φωσὶ καὶ λαμπάσι