1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

143

ἀνδρείαν, ἀπονέμων τοῖς μι σθοφόροις, ἐθέλουσιν ἀποθνήσκειν μόνον ἐν τῷ πολέμῳ, οὐκ ἀρετῆς ἀλλὰ μισθοῦ χάριν, καὶ διὰ ταῦτ' ἐκ τοῦ ῥᾷστα συχναῖς ἐνεχομένοις ἀτασθαλίαις, θρασυνομένοις μὲν ὡς ἀδίκοις κατὰ δικαιοσύνης, θρασυνομένοις δὲ ὡς ὑβρισταῖς κατὰ σωφροσύνης, καὶ τὸ πᾶν ἀφρονεστάτοις οὖσι διὰ τὴν ἀπόπτωσιν τῆς φρονή σεως. ταῦτα δὴ ξυμβεβήκει κἀκείνοις, καὶ ταῦτά γε Ἰταλοῖς οὖσι καὶ εἰς ὀκτὼ χιλιοστύας ποσουμένοις. μὴ μόνον δὲ σῖτον καὶ κριθὴν ἐξεφόρουν, καὶ ζῶα κατέσφαττον, καὶ χρήματα καὶ ἵππους τῶν ἐντυγχανόντων ἐξήρπαζον, καὶ σφαγὴ ἦν τῶν ἐναν τιουμένων τὸ πρόστιμον, ἀλλὰ καὶ τὰς τῶν ἐποίκων κατασχόν τες οἰκίας ταῖς γυναιξὶν ἐπεμαίνοντο, ἢν μή τις φθάσας ἀπεδί δρασκε πόρρω που, τὴν μὲν ἰδίαν ὕπαρξιν καταλείπων, μόνοις δὲ τοῖς οἰκείοις τὴν σωτηρίαν περιποιῶν. ταῦτα καὶ τοῖς περὶ τὸν βασιλέα Μιχαὴλ ἀνάπυστα γεγονότα ἀποκλᾶν συνέβαινε τὰς ὁρ 483 μὰς σφίσι τὴν θρυλλουμένην ἀλαστορίαν, καὶ μελέτης πολεμι κῆς ἐρραθύμουν. μᾶλλον μὲν οὖν καὶ βασιλεῖ προσαναφέροντες εἰς περιποίησιν τῶν οἰκείων ὑποστρέφειν ἐδέοντο, καὶ πολεμεῖν ἐκείνοις, εἰ φανεῖεν, ἠπείλουν, οὐ συμμάχων τρόπον ἀλλὰ πο λεμίων ἐνδεικνυμένοις. βασιλεὺς δὲ κατέστελλε τὰς ὁρμὰς καὶ ὡς εἰκὸς παρεμυθεῖτο. πλὴν καὶ πρὸς τὸν πατέρα καὶ βασιλέα γράφων ἀπέλεγε πάμπαν τὴν πρὸς αὐτὸν τῶν Κατελάνων διάβα σιν, ὡς μαχουμένων αὐτίκα σφίσι Ῥωμαίων καὶ εἰς ἐμφυλίους καθεστηξόντων μάχας. ἐδήλου δὲ καὶ ὡς αὐτὸς διὰ τὴν σφῶν βίαν καὶ ἐπισύστασιν, ὡς αὐτίκα ἑτοίμων ὄντων ἀναχωρεῖν κἂν αὐτὸς μὴ προστάσσῃ, διὰ χρυσοβουλλείων ὅρκων ἔδωκε τὰ πιστὰ ἦ μὴν ἐπὶ ῥητῷ τινὶ χρόνῳ δουλεύσαντας ὑποστρέφειν, οὐ μὴν δὲ ἀλλ' οὐδ' αὐτοὺς Ἰταλοὺς παραδέξασθαι, παντὶ δὲ τρόπῳ διακωλῦσαι τὴν σφῶν εἰς αὐτὸν διάβασιν. βασιλεὺς δὲ δεχόμε νος μὲν καὶ τὰ τοῦ βασιλέως μηνύματα, ὅμως γε μέντοι καὶ ἔτι ἐπὶ τῷ μεγάλῳ δουκὶ ἐλπιδοκοπούμενος ὡς ἐπ' ἀγαθῷ Ῥωμαίων δημαγωγήσοντι, ἔφθασε μὲν προαποστείλας καὶ τὴν ἰδίαν αὐτα δέλφην καὶ τὴν αὐτῆς θυγατέρα, τὴν καὶ γαμετὴν τοῦ μεγάλου δουκός, ὥστε καὶ προϋπαντᾶν ἀποβαίνοντι τῶν νεῶν. πληρο 484 φορούμενος δέ γε καὶ ἐπ' ἐκείνῃ, ὡς καταστέλλειν ἔχοι τὰ πολλὰ τῶν ἀτασθάλων ἔργων ἐκ τῆς πρὸς τὸν γαμβρὸν ἐντυχίας, τὸν καιρὸν ἠργολάβει τέως καὶ τὸ πρακτέον διεβουλεύετο. κἄν πού τι καὶ τῶν ἀπειρημένων ἠκούετο γίνεσθαι, κἂν αὐτὰ παρήρπα ζον τὰ δημόσια, κἂν τὴν χώραν ἐξέτρεχον, ἐν καιρῷ ἀρότου καὶ ταῦτα, ὅτε καὶ πᾶς ἐς νέωτα θερισμὸς καὶ τὸ τραφῆναι ἅμα μὲν ξένους ἅμα δ' ἐποίκους τῆς ἀνατολῆς καχεκτούσης ἠλπίζετο, αὐτοὶ δὲ καὶ τῶν ἀροτήρων βοῶν οὐκ ἀπέσχοντο, ἀνέδην καὶ αὐ τοὺς θύοντες, ὅμως τῆς ἐπ' αὐτοῖς ἀγανακτήσεως καθυφίει. καὶ συχνοὺς ἀποστέλλων (οὐδὲ γὰρ ἠρέσκετο τῶν πάντων διαπε ραιωθέντων) περὶ χιλίους ἐγκρίνειν διεκελεύετο, καὶ τὴν ταχίστην ἀπαντᾶν παρὰ Μιχαὴλ βασιλέα, πέμπων καὶ ἱκανὰ πρὸς μίσθωσιν. τοὺς δ' ἄλλους ἀντιπερᾶν ἐφιέναι καὶ ἐπ' ἀνατολῆς διατρίβειν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν τόσων δεῖσθαι, μηδ' ἔχειν τρέφειν τὴν βασιλείαν τοσούτους, εἰ καὶ πρὸς καιρὸν ἐλθόντας παρακληθεὶς ἐδέξατο. 4. Ἐν τοσούτῳ δὲ καί τις τῶν Κατελάνων καὶ αὐτός, Μπυριγέριος τοὔνομα, συνάμ' ἐννέα μακραῖς ναυσὶ τῷ τῆς Μα 485 δύτου προσίσχει λιμένι, ὃν βασιλεὺς μὲν οὐ κέκληκεν, αὐτὸς δ' ἐκεῖνος ὁ μέγας δοὺξ τὸ μὲν τοῖς καθ' αὑτὸν ἀκουσθεῖσι πα ρώτρυνε, τὸ δὲ καὶ γράμμασι καθ' ὑπόσχεσιν μεγίστων καὶ περι φανῶν δωρημάτων ἐκ βασιλέως. διὰ ταῦτα μόνον ἐκεῖνος ἐπέ στη. καὶ ὁ μέγας δοὺξ σὺν ὀλίγοις παρὰ βασιλέα γίνεται, οὗ καὶ μεγαλοπρεπῶς εἰσδεχθέντος, μηνὸς Ἐλαφηβολιῶνος λήγον τος, τὰ πρῶτα μὲν οἱ περὶ μισθῶν ἐκινοῦντο λόγοι, καὶ τρια κοσίας χιλιοστύας νομισμάτων συνεκορύφουν τὰς εἰς ἀπαίτησιν, ὕστερον δὲ καὶ τὸν ἐπιδημήσαντα τέως αὐτὸς συνίστα, καὶ ὡς γεννάδας εἴη καὶ εὐγενής, καὶ ὡς δίκαιον ὑπὲρ ἄλλους τῆς βασι λικῆς εὐμενείας καταπολαύειν· μεγάλα γὰρ ἐλπίσαντα καὶ παρὰ μέγαν ἀφιγμένον οὐκ εἰκὸς εὑρεῖν τῶν ἐλπισμῶν ἥττονα. ἔχειν δὲ καὶ αὐτὸν