1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

76

αὐτὸν ἀξιοῦν λύειν, τοῖς δὲ ἀλλ' ἀδύνατα ἀξιοῦν καὶ ἄλλως ἀπᾴδοντα κατεφαίνετο, εἴπερ ἰδιώτης ὢν καὶ τῆς ἱερατείας γεγυμνωμένος ἄλυτα λύοι· τοῦ γὰρ εἶναι καὶ τὸ σκέμμα τῷ πεπραγότι. διὰ ταῦτα ἑτέροις ἐδόκει, καὶ μᾶλλον τοῖς ἀκριβέσι, μηδ' ἀξιοῦν ὅλως κατὰ λύσιν, ἀλλὰ κρίνειν ὅπως ἐν ἀδήλῳ τὰ φρικτὰ πρά ξειε, καὶ εἰς ἀπολογίαν καθιστᾶν ὑπὸ Ῥωμαίοις πᾶσιν ὅπως καὶ 252 ποίοις κανόσιν ἑπόμενος ἀνθρώπους Χριστιανοὺς ἀφορίσειε μηδὲν γινώσκοντας, καὶ οὕτω συνελᾶν αὐτὸν ἐκεῖνον καταγινώσκειν τῆς πράξεως. ἧς δὴ καταγνωσθείσης καὶ παρ' ἐκείνου, προκατε γνωσμένον πάντως καὶ τοῖς τῆς ἐκκλησίας κανόσι, μὴ λύσιν ἄλ λην ζητεῖν· τὰ γὰρ δικαίως καὶ ὑπὸ κανόσι δεδεμένα, ἐκεῖνα καὶ λύεσθαι εἶναι ἀνάγκην, τὰ δ' ἐξ ἀρχῆς ἀνυπόστατα μόχθον πε ριττὸν ἄλλως εἶναι καὶ ζητεῖν λύεσθαι. εἰ δ' οὖν, ἀλλ' αὐτίκα καὶ πατριάρχην εἶναι καὶ σύνοδον εἰς λύσιν τὴν ἀπὸ τῶν κανόνων δικαίαν ἀξιοπίστους. αὐτὸν δὲ καὶ μᾶλλον ὑπ' αἰτίας δικαίας ἀχθέντα κανονικῶς εὐθύνεσθαι. τὸ γὰρ ἑαυτὸν συνιστᾶν ὑπο νοηθέντα τὰ χείριστα ἐν ὅρκοις τε καὶ ἀραῖς ταῖς καθ' αὑτοῦ, τίνα λόγον ἔχειν, εἴπερ καὶ τοῦθ' ἱκανὸν εἰς τελείαν τῶν ἐγκλη μάτων ἀποφυγήν; οὐκ ὀμνύειν γάρ, ἀλλ' ἀποτρίβεσθαι τὴν κα τηγορίαν διὰ πιστῶν παραστάσεων εὔλογον. τὸ δὲ τοὺς κατει πόντας ἢ τοὺς συναρπασθέντας ἀραῖς ὑποβάλλειν, ποῦ δίκαιον καὶ ὅλως κανονικὸν καὶ τῶν νόμων τῆς ἐκκλησίας; βασιλεὺς δὲ 253 σοφώτερόν τι ποιῶν, ὡς ἐδόκει, καὶ ἀεὶ τὰς ἐς εἰρήνην αἱρού 253 μενος, συνεβούλευε πέμπειν καὶ ἐρωτᾶν Ἀθανάσιον, καὶ τοὺς χάρτας δεικνύντας πυνθάνεσθαι εἰ αὐτὸς πράξειε καὶ ὅπως πρά ξειε καὶ εἰ τούτοις αὖθις ἐμμένοι. ἐκλέγονται τοίνυν πρὸς τὴν ἀποστολὴν δοξάσης τῆς βουλῆς ὁ ἐπὶ τοῦ κανικλείου τε Χοῦμνος καὶ ὁ Κυπριανὸς χαρτοφύλαξ, οἳ καὶ συγγεγονότες ἐκείνῳ τὴν ἀπὸ τοῦ βασιλέως καὶ τῆς συνόδου, ὡς ἐχρῆν, διαμήνυσιν ἐποιή σαντο. ὁ δ' αὐτίκα καὶ ὡς αὐτὸς γράψειεν ὡμολόγει καὶ ὡς ἐκ μικροψυχίας τότε ποιήσειε, μὴ μὴν δὲ καὶ ἄλυτα ἔχειν, ἀλλὰ καὶ αὖθις αὐτίκα λύειν. εἰ καὶ οὐκ ἐξεγένετο, φησί, καὶ τοὺς χάρτας ἐκεῖθεν ἐπανελέσθαι ἐπεισπεσούσης τῆς ταραχῆς. ταῦτ' ἔλεγε μὲν ἐκεῖνος, ὑπενοεῖτο δὲ τὰ μὴ ὄντα λέγων. ἔδει γὰρ ἐμ φανίζειν, οἱ δοκιμάζοντες ἔλεγον, καὶ ζητεῖν συγγνώμην, εἴπερ εὐθύτης ἠκολούθει τοῖς πράγμασιν, ἀλλὰ μὴ ἐμπερισκεψία καὶ βαθύτης ὕπουλος, ὡς ἂν εἰς καιρὸν τὰ φοβερὰ καὶ φρικώδη προανατετακὼς ἀξιοῖτο λύειν, ἀναλαβὼν τὴν τιμὴν ἣν παρῃτεῖτο, σκοπῷ δὲ εἰ μὴ διὰ ταῦτα τῇ ἐκκλησίᾳ καὶ αὖθις παρεισήχθη διὰ 254 τὴν πλείστην περὶ τὰ θεῖα τοῦ βασιλέως εὐλάβειαν, ὃν καὶ ἄφυ κτον εἶχε δεσμεῖν ὡς δῆθεν παρασυρέντα. τότε δὲ ἐπεὶ καὶ ἕτοι μος ἦν γράμμασι πιστοῖς ἐγχαράξαι τὰ τῆς ἀπολογίας, ὡς καὶ ἀπῄτητο, λαβὼν χάρτην οἰκειοχείρως τὰ πλεῖστα τάδ' ἔγραψεν. "ἐμοὶ συνέβη πατριαρχεύοντι πολλοῖς καὶ πειρασμοῖς ἐμπεσεῖν, καὶ διὰ τοῦτο ἐξ αὐτῆς τῆς κατασχούσης με ὀδύνης καὶ πικρίας παρακινηθεὶς γράμματα ἐξήνεγκα βάρος ἀφορισμοῦ καὶ λοιπῶν ἐπιτιμίων κατ' αὐτῶν ἔχοντα τῶν θλιψάντων με καὶ λελυπηκό των. ἐγνώρισε δ' ἐξ αὐτῶν τῶν ἐπιτιμηθέντων οὐδεὶς οὔτε περὶ τῶν εἰρημένων γραμμάτων οὔτε περὶ τῶν ἐν αὐτοῖς ἐπιτιμίων. εἶτα αὐτὰ μὲν τὰ γράμματα ἐν ἀποκρύφῳ τινὶ καὶ παντελῶς ἀδή λῳ τόπῳ τοῦ μεγάλου ναοῦ τῆς τοῦ θεοῦ ἁγίας σοφίας ἀποτε θέντα ἐν αὐτῷ τῷ τόπῳ καὶ διέμεινε φυλαττόμενα. ἐγὼ δὲ ἐπεὶ τοῦ θρόνου ἀναχωρῆσαι καὶ τῆς πατριαρχικῆς πάσης προστασίας παραίτησιν ἠβουλήθην ποιήσασθαι καὶ ἡσυχάζειν πάλιν κατ' ἐ μαυτὸν ὡς καὶ πρότερον, εὐθὺς καὶ τὸ σύμπαν τῶν γεγραμμέ νων ἐκεῖνο βάρος ἐξ αὐτῆς ψυχῆς διαλύσας ἠθέτησα, συγχωρή σεως πάσης τῇ τοῦ θεοῦ πάσῃ μεταδοὺς ἐκκλησίᾳ, καὶ αὐτοῖς τοῖς ἀνωτέρω, ὡς εἴρηται, θλῖψαι ἡμᾶς καὶ παραλυπῆσαι σπου δάσασιν. οὐ γὰρ ἦν οὔτε τῆς τοῦ θεοῦ ἐντολῆς οὔτε τῶν ἐκεί 255 νου νόμων καὶ παραγγελμάτων, οὔτε ψυχῆς φόβον ὅλως ἐχού σης αὐτοῦ τοῦ θεοῦ καὶ ἔννοιαν τῆς μελλούσης κρίσεως ὁμοῦ καὶ ἀνταποδόσεως, ἀκατάλλακτον τὴν ἔχθραν τηρεῖν καὶ ἀντὶ κακῶν ἀντιδιδόναι κακά, οὔτε μὴν ἐπαρᾶσθαι κατὰ τῶν ἐπηρεαζόντων,