1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

87

ποιεῖν τῷ βα σιλεῖ πειθήνιον ὡς οὐκ ἄλλως ἐνὸν ἀπειθεῖν. τῷ τοι καὶ βασι λέως ἀφέντος πλῷ χρησαμένη πρὸς τἀκεῖ γίνεται. ὅπως οὖν ἐπανήκουσα πρὸς τὰ ὑπεσχημένα διετέθη, εἰδεῖεν ἂν οἱ ἐκεῖσε· τὸ δὲ πρᾶγμα ἔδειξε τὴν ἐπὶ τῷ λύειν ἰοῦσαν τἀναντία προαιρουμέ νην, εἰ καὶ τὸ πᾶν τῆς ἀπειθείας ἐπὶ τῷ παιδὶ τέθειτο. ἀπε γνωκὼς οὖν ἐκεῖθεν ὁ βασιλεύς, ἐπεὶ οὐδ' ἐκ τῆς ἐκκλησίας ἀναμφίβολος ἡ τοῦ γάμου λύσις τὸ σύνολον ἐλογίζετο, τὴν μὲν κόρην καθάπαξ εἰς δεσποτείαν τιμήσας εἰς τοῦτ' ἐτήρει καὶ αὖ θις, ἐλπίδας δ' ἐδίδου συζευγνύειν ταύτην δεσπότῃ γε ὄντι τῷ υἱῷ Ἰωάννῃ· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τὸ εἰς προῖκα πολὺ ἦν καὶ οὐ πόρρω πάνυ τοῦ πρέπειν καὶ βασιλέων υἱοὺς ἐπάγεσθαι. καὶ ὁ μὲν βασιλεὺς ἐν πολλοῖς ἐδήλου τὴν τοῦ κανικλείου προση σόμενος ἐφ' υἱεῖ νύμφην, ἡ δέ γε μήτηρ καὶ δέσποινα ἐκ μεγάλου 290 τοῦ φρονήματος ἀπεπροσποιεῖτο καὶ ἀνεβάλλετο, οὐδ' ἴκταρ ἄξιον κρίνουσα τὸ συνάλλαγμα. καὶ διὰ τοῦτο καὶ βασιλεῖ πολλή τις ἦν ἡ ἐχεμυθία περὶ τῶν τοιούτων, καί που καὶ εὐμεθόδως πολλάκις παρεγύμνου τὸ βούλημα, τὸ μέντοι γε πρὸς τὴν πριγ κίπισσαν Ἀχαΐας ἤδη κεχηρωμένην ἀνδρὸς κῆδος ἀξιώτερον ἔκρι νε, καὶ παρὰ μόνον τὸ τῆς γυναικὸς ἔξωρον, αὐτοῦ γε νεανίσκου ὄντος καὶ τὸν ἔφηβον παραλλάττοντος, ἤδη ἤθελε συναλλάττειν.

8. Τέως δ' ἐπεὶ καὶ ὑποστροφῆς ἔδει τούτοις τὰ περὶ τὸν κράλην διευθετήσασι καὶ τὰ δυτικὰ ὡς οἷόν τε καταστήσασιν, ἐπαγόμενοι μὲν καὶ τὴν τοῦ Τερτερῆ, ἐπαγόμενοι δὲ καὶ τὸν Κο τανίτζην ἐν τηρήσεσι προσηκούσαις, ἔξω που τῆς πόλεως κα τεσκήνουν. καὶ ἡ κυρία τῆς ὑπαντῆς ἐνειστήκει· ἡ δ' ἦν ἡ μη νὸς Μουνυχιῶνος εἰκοστὴ δευτέρα. ἡ μὲν πόλις πᾶσα καθάπερ τι ῥεῦμα ποτάμιον ἀπὸ διαφόρων πηγῶν τῶν ἰδίων οἰκιῶν εἰς ἓν συνελθοῦσα ἔξω πυλῶν τῶν τοῦ Χαρσίου ἐχέετο, καὶ φιλοτιμό τερον πρὸς τὴν τῶν βασιλέων ὑποδοχὴν ηὐτρεπίζετο, ἐν δυσὶ χρόνοις ἐγγὺς ἐκδημούντων ἤδη. καὶ ὁ δῆμος ἅπας διημερεύ σας ἐπὶ πολύ, ὅσος τε Ῥωμαϊκὸς καὶ ὅσος ἄλλος ἐξ ἄλλων γενῶν τε 291 καὶ γλωσσῶν, καὶ μᾶλλον Ἰταλικός, σὺν τῷ περιφανεῖ μέρει τῆς πόλεως καὶ κλήρῳ παντὶ καὶ ἀρχιερεῦσι, μετέωρος ἵστατο ὅσον οὔπω τοὺς βασιλεῖς φιλοτίμως ὑποδεξόμενος. συμβὰν δέ τι τότε, οὐκ οἶδ' εἰ καὶ ἄλλο πρὸς τούτῳ (τὸ δ' ἦν ὅτι πλήθους ὄντος ἀπείρου συμποδισθείς τις ἐμπίπτει τῇ τάφρῳ καὶ ἐν χρῷ τοῦ κινδύνου γίνεται), ἀκουσθὲν τοιγαροῦν τοῦτο, οἶμαι, ἢ καὶ ἄλλως συμβὰν βασιλέα πείθει ἐξαπιναίως ἀποπέμψαι ἐκ μη νυμάτων τὸν λαὸν ἅπαντα, δεξάμενον μὲν τὴν αὐτῶν φιλοφρο σύνην ἤδη καὶ εὔνοιαν, πλὴν διασκεδασθέντων τῶν ὅλων ἤθελεν εἰσελαύνειν. οὗ δὴ καὶ γεγονότος, ὡς καὶ ἐπὶ ταῖς πύλαις δυσ χερῶς διεκπαίειν τὸ ἄπειρον πλῆθος ἐκεῖνο, ὀψὲ τῆς ἡμέρας οἱ βασιλεῖς σὺν τοῖς ἀμφ' αὐτοὺς τὴν πόλιν εἰσίασιν. Ἐπεὶ δὲ πάντα τἀκεῖ τῷ βασιλεῖ κατὰ νοῦν προκεχωρήκει, καὶ μόνον τὸ τοῦ πατριάρχου διὰ φροντίδος ἦν, ὑπὸ γωνίᾳ κα θημένου τῇ τῆς Παμμακαρίστου μονῇ, διὰ ταῦτα πέμπων πολ λάκις ἠξίου μικροψυχίας πάσης ἀφέμενον ἀπαίρειν ἐκεῖθεν καὶ πρὸς τὸ πατριαρχεῖον μετασκηνοῦν. ἀλλ' οὐκ ἔπειθεν ἀξιῶν πολλάκις. ἐδίδοτο δέ τις καὶ ἔννοια τοῦ ἀλύειν χάριν τῶν γεγο 292 νότων, πλὴν οὐ γυμνῶν καὶ μόνων ἐκείνων, ἀλλὰ καί τιν' ἄλλα συμπλέκοντος, ἐφ' οἷς προσελθεῖν μὲν βασιλέα ἠξίου, προσελ θεῖν δὲ καί τινας τῶν τοῦ κλήρου, καὶ ἀρχιερέων ὁπόσοι καὶ δόξειαν ἀποχρώντως ἔχειν, καὶ λόγους κινηθῆναι, καὶ οὕτω πως θεραπευθέντα τὸν πατριάρχην, εἰ ἐγχωροίη, τὴν οἰκείαν δια κονίαν ἀναλαμβάνειν, ὡς ἔλεγεν, εἰ δ' οὖν, ἀλλὰ παραιτεῖσθαι καὶ καθ' ἡσυχίαν τὸ λοιπὸν διαφέρειν τοῦ βίου.

(9) πρώτῃ γοῦν Ληναιῶνος ὀψὲ τῆς νυκτὸς γίνεται τοῦτο· διὰ σπουδῆς γὰρ ἦν βασιλεῖ τῆς μεγίστης ἐπὶ τῷ μὴ τηνικάδε παραιτεῖσθαι τὸν πατριάρχην, καὶ πολλοῖς δόξαι ὡς οὐδενὸς χάριν ἄλλου ἢ τοῦ κατὰ τὸν κράλην συναλλάγματος παρῃτήσατο, κἀντεῦθεν σκάν δαλον συμβῆναι γενέσθαι τοῖς τῆς ἐκκλησίας πράγμασι. διὰ τοῦτο καὶ δυοῖν μεταξύ, τῆς τε πρὸς τοῦτον θωπείας καὶ τῆς δοκούσης αὐτῷ δικαιολογίας,