1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

112

δοκιμαζέτω, καὶ τὸ δόξαν δέξομαι. εἴ τι δ' ἐσαῦθις δοκοῦν συνοῖσον πράττειν ἀναγκαζοίμεθα, αὐ τὸς καὶ τότε ἂν δοκιμάσειε, κἂν πολλοῖς οἶδα μὴ συγχωρούμενος 375 λυπηθήσομαι. οὕτω τὸ ἀτηρὸν παρὰ πάντας ἐμοί" φησί "περι 375 στήσεται." ταῦτ' ἔλεγε βασιλεύς, ἐνάγων ὡς δῆθεν αὐτοὺς ἐς ὁμόνοιαν. ἀλλ' οὐκ ἔπειθε· πολλῷ γὰρ ἥκιστα τοῦτο, ὅσῳ καὶ δοκῶν δουλεύειν ἰδίῳ θελήματι ἀντέχειν παρεῖχε καὶ ἀντισπᾶν σφίσι πρὸς ὅ τι καὶ λέγοι. Μακρότεροι μὲν οὖν διὰ ταῦτα λόγοι τῆς χρείας ἐγίνοντο, καὶ βασιλεὺς τὸ ποιητέον διενοεῖτο. ἤκουε γὰρ καὶ πολλοὺς καὶ τοὺς μεγίστους, τοῦτο μὲν τοὺς ἀμφὶ τὸν πατριαρχεύσαντα Ἰωάννην, τοῦτο δὲ τοὺς ἀμφὶ τὸν πατριάρχην Ἀλεξανδρείας, καὶ ὅσους εἶχε μεθ' ἑαυτοῦ ὁ Ῥαοὺλ Ἰσαάκιος, ὃς δὴ καὶ τὰ ὄμματα πηρωθεὶς διὰ τὰ συμβάντα πρότερον καὶ μέχρι καὶ Ἰωάννου ἐν τῷ τῆς ἐκκλησίας σχίσματι διαμείνας, εἰρηνεύσας ἐν τούτῳ, ἤδη καὶ πάλιν διὰ τὰ προβαίνοντα διεφέρετο, ἤκουε γοῦν τούτους καὶ ἄλλους πλείονας καὶ μεγίστους τῇ πράξει προσιστα μένους καὶ ἀντιβαίνοντας.

(3) καὶ διὰ ταῦτα δόξαν ἀπελθεῖν πρὸς τὸν Ἰωάννην, ὅπως ὑποποιήσαιτο, ἐπεὶ κἀκεῖνος βαθύ τι σκεπτόμενος, ὡς ἔδειξεν ὕστερον, βασιλέα ἤθελε βλέπειν καὶ 376 πέμπων προσελθεῖν ἠξίου (ἅμα δέ γε καὶ ὁ καιρὸς ἐκάλει· τὰ γὰρ τῆς τεσσαρακοστῆς ἐφειστήκει εἰσόδια καὶ τυροφαγίας ἦσαν ἡμέραι), ὅλαις προθυμίαις παρ' Ἰωάννην γίνεται. καὶ δὴ ἐπι στάντα, παρευρεθέντων καὶ ἀρχιερέων ἐκεῖ, ἡ δυσωπία σφάλ λει τὸν ἄνακτα. ἡ δ' ἦν, πρόσεισι μὲν Ἰωάννῃ, καὶ εὐλαβείας ἡττᾶται τῆς πρὸς αὐτόν, καὶ ἕτοιμον ἑαυτὸν παρέχει, εἰ ἐκεῖνος εὐλογεῖν βούλοιτο. ὁ δὲ "ἀλλὰ θεὸς εὐλογήσαι σε καὶ οὐκ ἐγὼ" ἔφη. τέως δὲ καὶ εἰ πατριάρχην αὐτὸν λογίζοιτο ἐρωτᾷ. καὶ ὃς εἴτε τὴν εὐλογίαν λαμβάνειν θέλων, εἴτε μὴν καὶ διὰ τὸν και ρὸν δυσωπούμενος, ὡς μὴ λυπήσειεν ἀρνησάμενος, εἴτε καὶ τρίτον τὴν ἀπ' ἐκείνου πρὸς ὅ τι πράττοι ὑποποιούμενος εὔνοιαν, τὸ ἱλαρὸν καθιστὰς (ἀρχιερέων γάρ, οὐ βασιλέως εἶναι τὴν ἐπὶ τούτοις ἀπόφασιν) ὁμολογεῖ πατριάρχην ἡγεῖσθαι τὸν Ἰωάννην. καὶ ὃς ἐν δεσμοῖς εὐθὺς ἐπισχὼν τὸν λέοντα, "καὶ εἰ πατριάρχης ἐγώ" φησίν, "ὅτι καὶ οὔπω τελέως τὰ τῆς ἐμῆς παραιτήσεως οὐκ ἐδοκιμάσθησαν, ἀλλὰ καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν πολ λαῖς μοναῖς μνημονεύομαι, ὑπ' ἀφορισμὸν τὸν ἀπὸ τῆς ἁγίας 377 τριάδος ἄγω τὸν βουληθησόμενον πατριάρχην τὸν κύριν Ἀθανά σιον καθιστᾶν." ταῦτ' εἶπε, καὶ προφανῶς κατεγίνωσκεν, ὥσπερ ἐκείνου σκαιότητα, οὕτως ἀπάτην καὶ εὐκολίαν τοῦ ἄνακτος, οἷς ὅτι τῶν προτέρων ἀμνημονήσας καὶ τοῖς δευτέροις ἐσαῦθις ἐπι χειροίη. βασιλεὺς δὲ τοῦτο μὲν αἰδεσθεὶς τὴν φενάκην, καὶ ταῦτα τὴν ἐξ ἁπλότητος, τοῦτο δὲ καὶ τὰς ὑπὲρ τοῦ διαφευ ξεῖσθαι τὴν χλεύην προνοίας οἰκονομῶν, ἐκεῖνον μὲν οὐδὲν εἰπὼν ἀποστρέφεται, τοῖς δ' ἀρχιερεῦσι τοῖς τῇδε ὡς συμπράττειν ὑπο πτευθεῖσι καὶ λίαν ἐπεῖχε καὶ προσωργίζετο. ἦσαν δὲ ἐκ προ κλήσεως τότε παρευρεθέντες τῷ πατριάρχῃ ὅ τε Ἀγκύρας Βαβύ λας, ὁ Κρήτης Νικηφόρος καὶ ὁ Βιτζίνης Λουκᾶς. ὅμως δὲ τὴν φήμην θέλων ἐπανορθοῦν, μήπως δόξοι καὶ ἀδιαστάλτως ἀφορισθείς, συγκαλέσας καὶ αὖθις τῇ ὑστεραίᾳ οὓς συγκαλεῖν εἴθιστο, ἐπεγκαλεῖ μὲν τὴν ἀπάτην, ἀπογυμνοῖ δὲ τὸ δρᾶμα, ὑποχαλᾷ δὲ καὶ τῆς ἐπὶ τῷ Ἀθανασίῳ προθυμίας, εἰ κἀκεῖνος ἀκούσας Σαπφείρας καὶ Ἀνανίου τρόπον τῷ Ἰωάννῃ προσέτριβε, δόντι θεῷ τὴν ἱερωσύνην, ὡς αὐτὸς παραιτούμενος ἔγραφε, καὶ πάλιν ἀναλαμβάνοντι.

4. Τῷ μὲν οὖν βασιλεῖ ἡ μήτηρ ἐνόσει δεινῶς καὶ πρὸς ἀναπνοαῖς ἦν ταῖς ἐσχάταις· καὶ ἡ δευτέρα τῆς δευτέρας τῶν νη 378 στειῶν ἑβδομάδος νεκρὰν τὴν ἄνασσαν εἶδε, γυναῖκα πολλαῖς κατακώχιμον χάρισι. συντέθαπτο δέ οἱ καὶ ἐνδεῶν πλῆθος ἄπει ρον, οἷς καθ' ἡμέραν ἐπήρκει. καί οἱ τὰ τῆς ὁσίας πρὸς τὸ μεγαλειότερον ἐξασκούμενα πρὸς ἑαυτὰ ἐφεῖλκε τὸν ἄνακτα. καὶ τὰ μὲν τῶν κινουμένων ἠπράκτει τέως· ὁ δὲ τὴν ἐκφορὰν μεγα λοπρεπῶς ἐξαρτυόμενος τῇ δεσποίνῃ, αὐτὸς καὶ μεγιστᾶνες καὶ κλῆρος ἅπας καὶ μοναχοί, καὶ ὅσον ἦν τὸ τῆς πολιτείας, συνελ θόντες