1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

149

(15) τὸν δὲ Μπυριγέριον μέγαν δοῦκα καὶ λίαν ἐντεῦθεν ἐκθη ριοῖ, ὡς ἔδοξεν, εἰ οὐδένας μὲν ἐκείνους καὶ ὑπὲρ μηδένα τὸ γέ νος γεγονότας δεξάμενος τοσούτοις ἤγαλλε, τοῦτο μὲν ἑκὼν τοῦτο δ' ἄκων, αὐτὸς δὲ τοιοῦτος ὢν καὶ τοιούτους ἄγων μὴ ὅτι γε μηδ' ἐγγὺς τούτων, μηδὲ τὸ πολλοστὸν σχεῖν ἠλπίκει ἐξ ὧν ἤκουεν. ὅθεν καὶ ἀπεντεῦθεν ἐρραστωνεύθη καὶ πρὸς τὰς ναῦς ἔβλεψε. καὶ ὥς οἱ τὰ μὲν τοῦ βασιλέως ὕστερα πάντ' ἦσαν τῶν βουλευμάτων ὧν αὐτὸς εἶχε, κρούσασθαι δή, τὸ τοῦ λόγου, πρύμναν καὶ ὑποστρέφειν ἔγνωστο. κἀκεῖνος μὲν ἀπάρας τῶν κατὰ τὰς Βλαχέρνας ὅρμων ἐπὶ τῆς πύλης τῆς βασιλικῆς ἐπε πλεύκει, ἀλύων οἷον καὶ τῷ γνωσιμαχοῦντι παρεοικώς, παρα κατέχων μὲν τὰ τοῦ ἀξιώματος σύμβολα, παρακατέχων δὲ καὶ 504 βασιλικὰ χρυσᾶ τε καὶ ἀργυρᾶ ἐκπώματα περί που τριάκοντα, οἷς δὴ τῇ προτεραίᾳ βασιλεὺς ἐδέσματα πέμπων ἐγέραιρε. βασι λεὺς δὲ οὐκ εὐθὺς πιστεύσας, ὅμως συχνοὺς ἀποστέλλων ἐπὶ τὴν ἑορτὴν τῶν φώτων ἐκάλει, μετὰ τῶν συνήθων παρασήμων τῇ γερουσίᾳ συνεορτάσοντα. καὶ οἱ μὲν ἐκάλουν, ὁ δὲ συχνὸν μυκτῆρα σφίσιν ἐμφαίνων, ὡς καὶ οἷον κάδδῳ τῷ σκαραμαγκίῳ κατὰ θαλάσσης ἐπὶ γέλωτι χρᾶσθαι, ἀπέπεμπε. καὶ τότε δῆλος ἦν τὰ τοῦ βασιλέως ἀποστραφεὶς καί γε μεμνημένος, εἰ καὶ μὴ τῶν οἴκοι, ἀλλ' οὖν τῆς πρὸς τὸν φίλον ὑποστροφῆς. κἀκεῖνος μὲν ταῦτα ἡμέραις ὅλαις τρισὶ καὶ νυξὶν ἴσαις, παρυποκλέπτων τὴν ἔκπλευσιν, ἀνταποστείλας καὶ τὰ ἐκπώματα· τῶν τινὲς δὲ Μονεμβασιωτῶν βασιλικῶν κατὰ θάλατταν δουλευτῶν, ἐπεὶ καὶ σφῶν τριήρη παρακατεῖχεν ἐκεῖνος μισθώσας, ὥρμων ἐπεισπεσεῖν ἐξαίφνης καὶ τοῦτο μὲν ἐκεῖνον τῆς πρὸς βασιλέα χλεύης ἀμύνα σθαι, τοῦτο δὲ καὶ ἑαυτοῖς σφίσι τὴν ναῦν ἀνασώσασθαι. βα σιλεὺς δέ, εἴτε διὰ τοὺς ὅρκους, καὶ ἔτι ἐλπίζων τὴν ἐκείνου με ταβολήν, εἴτε καί τι τῶν ἀνηκέστων ὑπονοῶν συμβήσεσθαι, εἴτε μὴν καὶ κατ' ἐπιείκειαν, οὐκ ἐφίει. ἐδόκει δ' ὅμως τὸ πλεῖστον 505 μὴ ἐφιέναι κατὰ τὸ ἐπιεικές τε καὶ σύγγνωμον τοῦ τ' ἐλέου καὶ ἀκριβοῦς τι παρὰ δίκην τὴν ὀρθὴν παραθραύων· ὃ δὴ τοῖς κα θαρῶς ὑπηκόοις καὶ μᾶλλον χρεών, ὁ δὲ καὶ τοῖς ἀκριβῶς ἀντι πάλοις ἀπονέμειν οὔμενουν οὐ κατώκνει, ὡς ἂν οὖν ἐξ ἑαυτοῦ ἀποτριβόμενος τὸ ἐπίμωμον ἐπὶ τοῖς τοιούτοις. ὁ δὲ πάσας ἡμέ ρας ἐκείνας θαλασσαυλῶν, ἐπεὶ νὺξ ἦν, τυχὼν ἐπιφόρου τοῦ πνεύματος, ὅλος βοῦς ἀν' ὕλαν ἐφαίνετο βαίνων, καὶ τῶν κατὰ τὴν Καλλίου Κατελάνων εὐθὺ ἵετο. Τότε δὴ τότε καὶ βασιλεὺς ἔγνω προφανῶς χλευασθείς, καὶ τὰ κατὰ τὸν γαμβρὸν ἀσφαλῶς οὐκ εἶχε πιστά, ἐπεὶ μηδὲ ἐκεῖνος ἠρεμῶν ἠκούετο, ἀλλὰ νῦν μὲν τὴν Καλλίου ταφρεύων, νῦν δὲ σιδηρᾶ δεσμὰ κόπτων, νῦν δ' ἱερεύων ζῶα καὶ ταρίχη κρεῶν ταῖς ναυσὶν ἐνσωρεύων, νῦν ἄπειρον πλῆθος σίτου συλλέγων καὶ μάζας ἐνσκευαζόμενος, κἀπὶ τούτοις μεγαλειότερον τῶν πραγμάτων ἐχό μενος καὶ δῆλος ὢν ἐκ πολλῶν τὰ τῶν ἀποστατῶν μεταχειριζόμε νος, κἂν οὐκ ἠβούλετο δείκνυσθαι.

(16) καὶ γὰρ ἅμα μὲν βα σιλεὺς δοκιμάζων ἐκεῖνον ἅμα δὲ καὶ ὑποποιούμενος, τὸν μέγαν ἄρχοντα πέμπων, ὃς ἦν ὁ Μαρούλης, ὡς μὲν ἐκεῖνον ὡς δὲ τὴν 506 αὐταδέλφην μετεκαλεῖτο, τὴν κατὰ τὰ φῶτα προτείνων προέλευ σιν. ἀλλ' ἡ μὲν ἐσκήπτετο νόσον καὶ τὸ μὴ δύνασθαι, ὁ δὲ προ φανῶς ἀπέλεγε καὶ ἠφροντίστει πρὸς τὴν μετάκλησιν, τὰ τῶν Κα τελάνων δὲ προύτεινε καὶ τὰς μισθοφορίας ἀπῄτει, μή πως ἐπαύ ροι καὶ αὐτός, λέγων, τῶν ἀπ' ἐκείνων κακῶν. ταῦτ' ἤκουε βασιλεύς, καὶ αὖθις ἀντέπεμπεν ἀξιῶν λαβόντα οὐχ ὅσον ἐζήτει, ἀλλὰ τὸ ἱκανόν, ἐκπερᾶν κατ' ἀνατολήν. ὡς δὲ καὶ προφάσεις κύκλῳ περιεβάλλετο, καὶ ὡς οὐ διαχειμεριοῦν κατὰ δύσιν βού λοιτο, ἀπορῶν αὐτοῦ τῶν ἐπιτηδείων, ἐντεῦθεν βασιλεὺς τὴν ἐκείνων ἐπισύστασιν ἣν ὑπώπτευεν ἐκτρεπόμενος, τοῦ μὲν καλεῖν καὶ αὖθις ἀπέσχετο (ᾔδει γὰρ οὐ πείσων), αὐτὸν δ' ἐκ τῶν εἰ κότων ἐγνωσμένον τὴν τῶν ἰδίων θεραπείαν τῶν βασιλικῶν ἐντο λῶν περὶ πλείστου ποιούμενον, συχνοὺς πέμπων, προσποιεῖν ἑαυτῷ ἐπειρᾶτο, προτεινόμενος μὲν βασιλικὸν ἀξίωμα τὸ τοῦ Καίσαρος, παραδιδοὺς δὲ καὶ πᾶσαν χώραν ἀνατολῆς πλὴν τῶν περιφανῶν πολισμάτων, καὶ αὐτοκράτορα