1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

157

στόλος περιὼν ἐξηρτύετο, καὶ πολλὰ καὶ παρὰ τὸ εἰκὸς διελάλουν. τοῦτο γνοὺς πατριάρ χης, ἀπάρας ὡς εἶχε τῆς κατοικίας ᾗ που κατῴκει, ἔργον ἔχων τὸ σπουδαιότατον περὶ τὸν δῆμον σπουδαιοτριβεῖν καί γε τὰ πολλὰ δημοχαριστεῖν, κατὰ τὴν μέσην τῆς ἀγορᾶς μεσημβρίας ἐφίσταται, καὶ ξυγκαλεῖ τοὺς ξύγκλυδας καὶ οἷς συνήθης ὁ θό ρυβος. καὶ ἔν τινι τῶν ἐκεῖ ναῶν καταστὰς μακρὰν κατέτεινε τὴν διαλαλιὰν καὶ καταστέλλειν θορυβοῦντας ἠπείγετο, τὰ πολλὰ συναινῶν ἐκείνοις, καὶ τῶν δυναμένων, οἷος ἐν πολλοῖς οὗτος, καταιτιώμενος. τέλος ἐπεὶ τὸν πολὺν γογγυσμὸν περὶ τῶν νεῶν κατεμάνθανεν, ὡς μὴ οἵου τ' ὄντος αὐτοὺς ἀσφαλῶς διαζῆν εἰ μή γε νῆες κατὰ τὸ πάλαι Ῥωμαίοις σύνηθες ἐξαρτύοιντο, γνώ μας ἀγριουμένας ἐξομαλίζειν θέλων ἀμηγέπη καὶ λόγοις καὶ ὑπο σχέσεσι, τινὰς ἐκείνων καὶ τοὺς ἐκδηλοτέρους παραλαβὼν ἀνα 532 φέρειν καθυπισχνεῖτο, ἔτι δὲ καὶ τὴν ταχίστην ἐξοτρύνειν εἰς τὴν τῶν ἐπιόντων ἄμυναν πρόθυμον ἑαυτόν. καὶ ὁ μὲν ἐν τούτοις ἦν δημαγωγῶν καὶ δημοχαριστῶν ἐς τὰ μάλιστα, εἰ καὶ τὸ ἦθος αὐτῷ ἀμετάβλητον ἦν, βασιλεὺς δὲ Γεννουΐτας ἠξίου καὶ χρημά των χιλιοστύας ἐδίδου ἐς ὅπερ ἐξ αὐτῶν ἐσβήσαντες πολεμαρχι κὸν ἐπιθήσονται. ὁ ξύγκλυς δ' ὄχλος εἰς ταὐτὸν γεγονότες, ἐπεὶ τὰ μὲν ἔξω δεινὰ κατηγγέλλοντο, αὐτοὺς δ' οὐκ ἦν ἐκεῖ γενομέ νους ἀμύνεσθαι, ἔγνωσαν τοῖς ἐντὸς τῆς πόλεως Κατελάνοις ἐπι χειρεῖν. οἷς μὲν ἦν συνδιάγειν κατὰ τὴν περαίαν τοῖς Γεννουΐ ταις, οὐκ εἶχον ἐκεῖ γενόμενοι τιμωρεῖν· μαθόντες δὲ τηρουμέ νους τινάς, ἐν οἷς ὁ ἀμηραλῆς ἐπεφέρετο, κατὰ τὴν τοῦ παχέος Ῥαοὺλ οἰκίαν, παμπληθεὶ συρρεύσαντες ἐμβριθῶς ἀπῄτουν ἐκεί νους. ὡς δ' οὐκ ἦν ἐκείνους ἐκ τοῦ ῥᾷστα προδοθέντας ἀναι ρεῖν, πῦρ ἐνιᾶσιν αὐτίκα καὶ οἰκίαν πυρπολοῦσιν ἐκείνην, καὶ πάντα τε τἀκείνῃ διαφέρουσι καὶ οὐκ ὀλίγα δεινὰ κατὰ τὴν οἰκίαν τῶν τολμώντων ἐγίνετο. Κατελάνους δὲ μέχρι καὶ αὐτοῦ θανά του στερρῶς ἀντεχομένους σὺν πολλῷ τῷ πόνῳ ἅμα μὲν σιδήρῳ 533 ἅμα δὲ καὶ πυρὶ καθαιροῦσι, μηδενὸς οἵου τ' ὄντος τὴν ὁρμὴν ἐπέχειν τοῦ πλήθους. καὶ γὰρ καὶ ὁ πατριαρχεύων ἐπιστὰς λό γοις μειλικτηρίοις ἐπειρᾶτο τὴν ὁρμὴν ἀναστέλλειν, ὃς καὶ τὴν παρακινδύνευσιν ὑποτοπάσας, ἄλλως φανεὶς ἐκείνοις τῷ καθυ φεῖναι ἢ ὡς οἴκοθεν ὥρμα, καὶ πολλὰ ἐλπίζων, καθυπέστρεφεν. ὥρμων δ' αὐτίκα καὶ ἄλλαις οἰκίαις ἐπιχειρεῖν, καὶ μάλιστα με γιστάνων, τοῖς δημαγωγικοῖς λόγοις τῶν ἐπιστάντων καὶ μᾶλλον παρακροτούμενοι. καὶ παρὰ τὴν τῶν Κατελάνων αἰτίαν ὡς δῆ θεν ἐν αὐταῖς κρυπτομένων, ἐχείρουν καὶ οἷς ἄρ' εἶχον ἔκ τινων αἰτιαμάτων μέμφεσθαι.

27. Κἂν τὸ κακὸν προέβη, εἰ μή γε κατ' ἐκείνην τὴν νύκτα ἐκ Γεννούας μακραὶ νῆες ἑκκαίδεκα, ἐμπορικῶν ἐπίφορτοι προσδοκώμεναι, νότου πεσόντος μετρίου καὶ παρὰ τὸν τῆς προσ δοκίας καιρὸν ἐφίσταντο. ἦν μὲν οὖν τοῖς Κατελάνοις καὶ Ἀμο γαβάροις ναυλοχησαμένοις κατὰ τὸ Ῥήγιον πραττόμενα τὰ δεινά, καὶ ὡς φοβεροὶ κατὰ τὸ εἰκὸς δοκοῖεν, νήπια μὲν ἐξ ἀφεδρῶνος ἐς στόμα τοῖς ἰδίοις παλτοῖς ἐμπείρουσιν, ἀνδρῶν δὲ τοὺς μὲν 534 πυρπολοῦσι, τοῖς δὲ καὶ ὡς διαγωγεῦσι χρώμενοι τῶν ἰδίων πλού των καὶ ὕστερον κατακτείνουσι, καὶ πάντα ποιοῦσι τὰ χαλεπώ τατα. τοῖς μὲν οὖν ἦσαν ταῦτα, καὶ ἐνετρύφων ταῖς συμφο ραῖς· δείλης δ' ὀψίας αἱ τριήρεις τὸ πέλαγος διεκθέουσαι κατε φαίνοντο. ἃς ἐξ ὅτι πλείστου τοῦ ἀποστήματος μόλις ἀποσκο πεύσαντες, ὡς ἰδίαις αὐτῶν φανείσαις (καὶ γὰρ ἐξ ὧν ἔφθασαν ἀποστόλων πέμψαι ἐκ Σικελίας σύναρσιν ἐξεδέχοντο) χορείαν εἱ λίττοντες ἐπεσκίρτων, καὶ ἕτοιμοι παρευθὺς ἦσαν, ὅπερ καὶ ἐκ προρρήσεων σφίσιν ἦν, συμβάλλειν τῇ Κωνσταντίνου. ἀλλ' ὡς ἤγγιζον καὶ τὰ σύμβολα κατεφαίνοντο καὶ δῆλοι ἦσαν Γεννουῗται συμπλέοντες, τοῦ θάρρους μὲν καθυφῆκαν, οὐ μὴν δὲ καὶ τε λέως ἀπεγνώκεσαν τὰ χρηστότερα. ἤλπιζον γὰρ ὡς ἐπιμίξασι προτενοῦσι τὰ τῆς εἰρήνης, ὡς οὐκ ἂν πάντως τὰς καθ' ἑκάστην διαπλωϊζομένας νῆας τοῦ γένους αὐτῶν ἀνέτους τε καὶ ἀσκύλτους ἐῷεν, εἰ μή γε σφίσιν ἔνσπονδοι ἦσαν. καὶ γὰρ οὐδ'